しかしあなたは、健全な教えにふさわしいことを語りなさい。
Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.
年老いた男たちは、しらふで、品位があり、思慮深く、信仰と愛と忍耐において健全であるべきである。
Πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.
年老いた女たちも同じように、振る舞いにおいて神聖にふさわしく、中傷する者でなく、多くの酒の奴隷でもなく、良いことを教える者であるべきである。
πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους ⸂μηδὲ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους,
それは、彼女たちが若い女たちに、夫を愛し、子どもを愛する者であるようにと分別を教えるためである。
ἵνα ⸀σωφρονίζωσι τὰς νέας ⸀φιλάνδρους εἶναι, φιλοτέκνους
思慮深く、清く、家庭を良く治め、善良で、自分自身の夫に従う者であるようにと。それは、神の言葉が悪く言われることのないためである。
σώφρονας ἁγνάς ⸀οἰκουργούς ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.
同じように、若い男たちには、思慮深くあるようにと勧めなさい。
Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν·
すべてのことにおいて、あなた自身が良い行いの模範を示し、教えにおいては純粋さと品位を示しなさい。
περὶ πάντα, σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ⸀ἀφθορίαν, σεμνότητα,
非難されることのない健全な言葉を示しなさい。それは、反対する者が、私たちについて悪く言うことを何一つ持たず、恥じ入るためである。
λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων ⸂περὶ ἡμῶν λέγειν φαῦλον.
奴隷たちは、あらゆることにおいて自分自身の主人たちに従い、喜ばれる者となり、口答えせず、
δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,
くすねることなく、むしろあらゆる善い忠実さを示すべきである。それは、あらゆることにおいて、私たちの救い主なる神の教えを飾るためである。
μὴ νοσφιζομένους, ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
なぜなら、神の救いをもたらす恵みが、すべての人に現されたからである。
Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις,
その恵みは私たちを教育し、それは、私たちが不敬虔とこの世の欲望を否定して、今の世において思慮深く、正しく、敬虔に生きるためである。
παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι,
幸いな望みと、私たちの偉大な神であり救い主であるイエス・クリストスの栄光の現れとを待ち望みながら。
προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ⸂Ἰησοῦ Χριστοῦ,
その方は、私たちのためにご自身を与えられた。それは、私たちをあらゆる不法から贖い出し、良い行いに熱心な、ご自身のための特別な民を清めるためであった。
ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
これらのことを、あらゆる権威をもって語り、勧め、戒めなさい。誰もあなたを軽んじないようにしなさい。
Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.