私はクリストスにあって真実を語っており、偽ってはいない。私の良心が聖なる霊において私と共に証ししている。
Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ,
私には大きな悲しみがあり、私の心には絶え間ない苦しみがある。
ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου·
なぜなら、私は、肉による私の同胞である兄弟たちのために、この私自身がクリストスから呪われた者となることを願っていたからである。
ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα,
彼らはイスラエリタイであり、彼らには子とされること、栄光、契約、律法、礼拝、そして約束がある。
οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι,
彼らには先祖たちがあり、そして肉によれば彼らから出たのがクリストスである。すべてのものの上におられる方、世々にほむべき神である。アーメン。
ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων, θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν.
しかし、神の言葉が失敗したかのようではない。なぜなら、イスラエルから出た者すべてが、イスラエルであるのではないからである。
Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ·
また、アブラアムの子孫であるからといって、皆が子であるのでもなく、むしろ「イサアクにおいて、あなたの子孫と呼ばれるであろう」とある。
οὐδʼ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ, πάντες τέκνα, ἀλλʼ· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.
すなわち、肉の子らが神の子らなのではなく、約束の子らが子孫と認められるのである。
τοῦτʼ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα·
なぜなら、これは約束の言葉だからである。「この時に私は来る、そしてサラに男の子があるであろう。」
ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος· Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός.
それだけでなく、レベッカも、一人の人、私たちの父イサアクによって身ごもった。
οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν·
なぜなら、まだ生まれておらず、また善いことも悪いことも何も行っていないうちに、選びによる神のご計画が残るためであり、
μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον ἵνα ἡ κατʼ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ,
それは行いによらず、召される方によるためであった。彼女に「年上の者が年下の者に仕えるであろう」と言われた。
οὐκ ἐξ ἔργων ἀλλʼ ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι·
書かれているとおりである。「私はイアコブを愛し、エサウを憎んだ。」
καθὼς γέγραπται· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα.
それでは私たちは何を言うべきか。神のもとに不義があるのか。決してそうではない。
Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο·
なぜなら、神はモウセスに言われるからである。「私は憐れもうとする者を憐れみ、慈しもうとする者を慈しむ。」
τῷ Μωϋσεῖ γὰρ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω.
それゆえ、それは望む者によるのでも、走る者によるのでもなく、憐れんでくださる神によるのである。
ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ.
なぜなら、聖書はファラオにこう言っているからである。「私はまさにこのために、あなたを立てた。それは、あなたにおいて私の力を示し、また私の名が全地に告げ知らされるためである。」
λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
それゆえ、神は望む者を憐れみ、望む者を頑なにされる。
ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.
それではあなたは私に言うであろう。「それでは、なぜなお神は責められるのか。誰がその意志に逆らったことがあるのか。」
Ἐρεῖς μοι οὖν· Τί οὖν ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;
ああ、人間よ、むしろあなたは誰なのか、神に口答えする者は。形作られたものが、形作った者に「なぜ私をこのように造ったのか」と言うだろうか。
ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως;
あるいは、陶器師は同じ粘土の塊から、一方を尊いことのための器とし、他方を卑しいことのための器とする権威を持っていないのか。
ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν;
そしてもし神が、怒りを示し、ご自身の力を知らせようと望みながら、滅びのために備えられた怒りの器たちを、多くの寛容をもって忍耐されたのなら、
εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν,
そして、栄光のためにあらかじめ備えられた憐れみの器たちに、ご自身の栄光の豊かさを知らせるためであったなら、どうであろうか。
καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν,
その器として、神は私たちをも、イウダイオイからだけでなく、異邦人たちからも召されたのである——
οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν;—
ちょうどホセエにおいても言われているとおりである。「私は私の民でない者を私の民と呼び、愛されていない者を愛されている者と呼ぶであろう。」
ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει· Καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην·
「そして、『あなたたちは私の民ではない』と彼らに言われた場所において、そこで彼らは生ける神の子らと呼ばれるであろう。」
καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος.
そしてエサイアスはイスラエルについて叫んでいる。「たとえイスラエルの子らの数が海の砂のようであっても、残りの者だけが救われるであろう。
Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται·
なぜなら、主は言葉を成し遂げ、これを短くして、地の上に行われるであろうからである。」
λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς.
そして、エサイアスが前もって言ったとおりである。「もしサバオトの主が私たちに子孫を残されなかったなら、私たちはソドマのようになり、ゴモルラのようになっていたであろう。」
καὶ καθὼς προείρηκεν Ἠσαΐας· Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
それでは私たちは何を言うべきか。義を追い求めなかった異邦人たちが義を得た。しかもそれは信仰による義である。
Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως·
しかしイスラエルは義の律法を追い求めながら、律法に到達しなかった。
Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν.
なぜか。信仰によらず、行いによるかのように追い求めたからである。彼らはつまずきの石につまずいた。
διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλʼ ὡς ἐξ ἔργων προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος,
書かれているとおりである。「見よ、私はシオンにつまずきの石、妨げの岩を置く。そしてそれを信じる者は恥を受けないであろう。」
καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται.