そして信仰の弱い者を受け入れなさい。考えの論争に至ることなく。
Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν.
ある者はあらゆるものを食べてよいと信じており、弱い者は野菜を食べる。
ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
食べる者は食べない者を見下してはならない。そして食べない者は食べる者を裁いてはならない。なぜなら、神が彼を受け入れられたからである。
ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο.
あなたは誰なのか、他人の召使いを裁く者は。彼は自分の主人に対して立つか、あるいは倒れるかである。しかし彼は立たされるであろう。なぜなら、主は彼を立たせる力を持っておられるからである。
σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ, δυνατεῖ γὰρ ὁ κύριος στῆσαι αὐτόν.
ある者はある日を他の日より重んじ、ある者はすべての日を同じと見なす。それぞれ自分自身の心において確信を持ちなさい。
Ὃς μὲν κρίνει ἡμέραν παρʼ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω·
その日を重んじる者は主のためにそれを重んじる。そして食べる者は主のために食べる。なぜなら、彼は神に感謝しているからである。また食べない者は主のために食べず、また神に感謝している。
ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ.
なぜなら、私たちのうち誰も自分自身のために生きる者はおらず、誰も自分自身のために死ぬ者もいないからである。
Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει·
なぜなら、もし私たちが生きるなら、主のために生き、もし死ぬなら、主のために死ぬからである。それゆえ、生きるにせよ死ぬにせよ、私たちは主のものである。
ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν.
なぜなら、クリストスは、死者と生きている者の両方の主となるために、死んで生きられたからである。
εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
それでは、あなたはなぜ自分の兄弟を裁くのか。あるいは、あなたもなぜ自分の兄弟を見下すのか。なぜなら、私たちは皆、神の裁きの座の前に立つことになるからである。
Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ θεοῦ
なぜなら、書かれているからである。「私は生きている、と主は言われる。すべての膝は私の前に屈み、すべての舌は神に告白するであろう。」
γέγραπται γάρ· Ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ.
それゆえ、私たちそれぞれが、自分自身について申し開きをするであろう。
ἄρα ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει
それゆえ、もはや互いに裁くことのないようにしよう。むしろこのことをこそ判断しなさい。すなわち、兄弟につまずきや妨げを置かないことである。
Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον.
私は主イエスにあって、それ自体で汚れているものは何もないことを知っており、確信している。ただ、あるものを汚れていると考える者にとっては、その者にとって汚れているのである。
οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν διʼ ἑαυτοῦ εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν.
なぜなら、もし食物のゆえにあなたの兄弟が悲しむなら、あなたはもはや愛に従って歩んでいないからである。クリストスがその人のために死なれたその人を、あなたの食物によって滅ぼしてはならない。
εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.
それゆえ、あなたたちの善いことが悪く言われないようにしなさい。
μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν.
なぜなら、神の国は食べることと飲むことではなく、聖なる霊における義と平和と喜びだからである。
οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ·
なぜなら、これにおいてクリストスに仕える者は、神に喜ばれ、人々に認められるからである。
ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις.
それゆえ、私たちは平和に関することと、互いに対する徳を高めることとを追い求めようではないか。
ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους.
食物のために神の働きを壊してはならない。すべてのものは確かに清いが、つまずきを通して食べる人にとっては悪いことである。
μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ. πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.
肉を食べず、酒を飲まず、あなたの兄弟がつまずいたり、妨げられたり、弱くなったりすることをしないのは良いことである。
καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ·
あなたが持っている信仰を、神の前で自分自身のうちに保ちなさい。自分が良しとすることについて、自分自身を裁かない者は幸いである。
σὺ πίστιν ἣν ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ. μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει·
そして疑いながら食べる者は、すでに罪に定められている。それは信仰によらないからである。そして信仰によらないことはすべて罪である。
ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν