これらのことの後、私は見た、そして見よ、天に開かれた戸があった、そして私が聞いた最初の声は、ラッパのように私と共に語っていたが、言った、ここへ上って来なさい、そして、これらのことの後に起こらなければならないことを、あなたに示そう。
Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετʼ ἐμοῦ, λέγων· Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.
ただちに私は霊にあった。そして見よ、天に御座が据えられていた、そしてその御座の上に座っておられる方があった。
⸀εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον ⸀καθήμενος,
そして座っておられる方は、その姿において碧玉と紅玉髄の宝石に似ていた、そして御座の周りには、姿においてエメラルドに似た虹があった。
⸂καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ⸀ὅμοιος ὁράσει σμαραγδίνῳ.
そして御座の周りには、二十四の座があった、そしてそれらの座の上には、白い衣を着て座る二十四人の長老たちがいた、そして彼らの頭の上には、金の冠があった。
Καὶ κυκλόθεν τοῦ θρόνου ⸀θρόνους εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς ⸁θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ⸂ἐν ἱματίοις λευκοῖς, καὶ ⸀ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.
そして御座からは、稲妻と声と雷鳴とが出ていた。そして御座の前には、七つの燃える火のともしびがあった、これらは神の七つの霊である。
καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ⸀ἅ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ,
そして御座の前には、水晶に似たガラスの海のようなものがあった。そして御座の真ん中と御座の周りには、前も後ろも目に満ちた四つの生き物があった。
καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ. Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν·
そして第一の生き物は獅子に似ており、そして第二の生き物は子牛に似ており、そして第三の生き物は人間のような顔を持ち、そして第四の生き物は飛んでいる鷲に似ていた。
καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχων τὸ πρόσωπον ⸀ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ.
そして四つの生き物は、そのそれぞれが六つの翼を持ち、周りにも内側にも目に満ちている。そして彼らは、昼も夜も休むことなく、言っている、聖なるかな、聖なるかな、聖なるかな、全能者である主なる神、かつておられ、今おられ、来られる方、と。
καὶ τὰ τέσσαρα ζῷα, ἓν καθʼ ⸂ἓν αὐτῶν ἔχων ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν· καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες· Ἅγιος ἅγιος ἅγιος κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος.
そして生き物たちが、御座に座っておられる方、世々限りなく生きておられる方に、栄光と誉れと感謝とを献げるとき、
Καὶ ὅταν δώσουσιν τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
二十四人の長老たちは、御座に座っておられる方の御前にひれ伏すであろう、そして世々限りなく生きておられる方を拝むであろう、そして御座の前に自分たちの冠を投げ出して、言うであろう。
πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες·
あなたはふさわしい方です、私たちの主であり神であられる方よ、栄光と誉れと力とを受けるにふさわしい方です。なぜなら、あなたはすべてのものを創造され、そしてあなたの御心によって、それらは存在し、そして創造されたからです。
Ἄξιος εἶ, ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας ⸀τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.