そして七つの鉢を持つ七人の御使いたちのうちの一人が来て、そして私と共に語って、言った、来なさい、私はあなたに、多くの水の上に座っている、大いなる淫らな女の裁きを示そう。
Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετʼ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ ὑδάτων πολλῶν,
地の王たちは彼女と共に淫らな行いをした、そして地に住む者たちは彼女の淫らな行いの葡萄酒によって酔わされた。
μεθʼ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.
そして彼は霊において私を荒野へ連れて行った。そして私は、緋色の獣の上に座っている女を見た、冒涜の名に満ち、七つの頭と十の角とを持っていた。
καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμοντα ὀνόματα βλασφημίας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.
そして女は、紫と緋色とを身にまとい、そして金と宝石と真珠とで飾られていた、自分の手に、忌まわしいものと、自分の淫らな行いの汚れたものとに満ちた、金の杯を持っていた。
καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς,
そして彼女の額には、一つの名が書かれていた、奥義、大いなるバビュロン、淫らな女たちと地の忌まわしいものたちの母、と。
καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς.
そして私は、聖徒たちの血と、イエスの証人たちの血とによって酔っている女を見た。そして私は、彼女を見て、大いなる驚きをもって驚いた。
καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα·
すると御使いは私に言った、なぜあなたは驚いたのか。私は、女と、彼女を担っている、七つの頭と十の角とを持つ獣との奥義を、あなたに語ろう。
καὶ εἶπέν μοι ὁ ἄγγελος· Διὰ τί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα·
あなたが見た獣は、かつていたが今はいない、そして底知れぬ深みから上って来ようとしている、そして滅びへ行く。そして地に住む、世界の基が置かれたときから命の書にその名が書かれていない者たちは、獣が、かつていて、今はいないが、やがて現れることを見て、驚くであろう。
τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγει καὶ θαυμασθήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ θηρίον ὅτι ἦν καὶ οὐκ ἔστιν καὶ παρέσται.
ここに、知恵を持つ思いがある。七つの頭は七つの山である、そこに女はそれらの上に座っている。そして七人の王でもある。
Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπʼ αὐτῶν. καὶ βασιλεῖς ἑπτά εἰσιν·
五人は倒れた、一人は今いる、もう一人はまだ来ていない、そして彼が来るときには、彼はしばらくの間とどまらなければならない。
οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι,
そして、かつていたが今はいない獣がいる。そして彼自身は第八の者であり、そして七人のうちの者であり、そして滅びへ行く。
καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν. καὶ αὐτὸς ὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει.
そしてあなたが見た十の角は、十人の王である、彼らはまだ国を受けていないが、しかし獣と共に、王としての権威を一時の間受ける。
καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου.
この者たちは一つの心を持っており、そして自分たちの力と権威とを獣に与える。
οὗτοι μίαν γνώμην ἔχουσιν, καὶ τὴν δύναμιν καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν.
この者たちは小羊と戦うであろう、そして小羊は彼らに勝利するであろう、なぜなら、小羊は主の主であり、王の王だからである。そして彼と共にいる者たちは、召された者たち、選ばれた者たち、忠実な者たちである。
οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετʼ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.
そして彼は私に言う、あなたが見た水、淫らな女がその上に座っているものは、諸民族と群衆と諸国民と諸言語である。
Καὶ λέγει μοι· Τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσσαι.
そしてあなたが見た十の角と獣とは、この者たちは、その淫らな女を憎むであろう、そして彼女を荒廃させ、そして裸にし、そして彼女の肉を食い尽くすであろう、そして彼女を火で焼き尽くすであろう。
καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί·
なぜなら、神は彼らの心に、神の御心を行うこと、そして一つの心を持つこと、そして自分たちの国を、神の言葉が成し遂げられるまで、獣に与えることとを、お与えになったからである。
ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ.
そしてあなたが見た女は、地の王たちに対する支配を持つ、大いなる都市である。
καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.