そして私は、天に、大いなる驚くべき別のしるしを見た、七人の御使いたちが、最後の七つの災いを持っていた、なぜなら、それらのうちに神の激しい怒りが成し遂げられるからである。
Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.
そして私は、火と混じったガラスの海のようなものを見た、そして獣とその像とその名の数とに対して勝利を得た者たちが、ガラスの海の上に立っていた、神の竪琴を持っていた。
Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ.
そして彼らは、神の僕モウセスの歌と、小羊の歌とを歌って、言う、あなたの業は大いなるものであり、驚くべきものです、全能者である主なる神よ。あなたの道は義しく、そして真実です、もろもろの世の王よ。
καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες· Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε, ὁ θεός, ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν αἰώνων.
主よ、誰があなたを畏れず、そしてあなたの名に栄光を帰さないでしょうか、なぜなら、あなただけが聖なる方だからです。なぜなら、すべての国民が来て、そしてあなたの御前でひれ伏すでしょう、なぜなら、あなたの正しい裁きが明らかにされたからです。
τίς οὐ μὴ φοβηθῇ κύριε, καὶ δοξάσει τὸ ὄνομά σου, ὅτι μόνος ὅσιος ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
そしてこれらのことの後、私は見た、そして天にある証しの幕屋の神殿が開かれた。
Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,
そして七つの災いを持つ七人の御使いたちが、神殿から出て来た、清く輝く亜麻布を着て、そして胸のあたりに金の帯を締めていた。
καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.
そして四つの生き物のうちの一つが、七人の御使いたちに、世々限りなく生きておられる神の激しい怒りに満ちた、七つの金の鉢を与えた。
καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
そして神殿は、神の栄光と神の力とによる煙で満たされた、そして七人の御使いたちの七つの災いが成し遂げられるまで、誰も神殿に入ることができなかった。
καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.