そして私は、天から下って来る、別の力強い御使いを見た、雲を身にまとい、そして虹が彼の頭の上にあった、そして彼の顔は太陽のようであり、そして彼の足は火の柱のようであった。
Καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός,
そして彼は自分の手に開かれた小さな書物を持っていた。そして彼は自分の右足を海の上に置いた、そして左足を地の上に置いた。
καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ βιβλαρίδιον ἠνεῳγμένον. καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,
そして彼は、獅子がほえるように、大きな声で叫んだ。そして彼が叫ぶと、七つの雷鳴が自分自身の声を発した。
καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.
そして七つの雷鳴が語ったとき、私は書き記そうとしていた。すると私は、天から言う声を聞いた、七つの雷鳴が語ったことを封印して、それを書き記してはならない、と。
καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἤμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς.
そして、私が海の上と地の上とに立っているのを見た御使いは、自分の右手を天に向けて上げた。
καὶ ὁ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν,
そして彼は、天とその中にあるものと、地とその中にあるものと、海とその中にあるものとを創造された、世々限りなく生きておられる方にかけて誓った、もはや時はないであろう、と。
καὶ ὤμοσεν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται·
むしろ、第七の御使いの声の日々に、彼がラッパを吹こうとするとき、神の奥義は、ご自身の僕である預言者たちに福音として告げ知らせられたとおりに、成し遂げられるであろう。
ἀλλʼ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας.
そして、私が天から聞いた声は、再び私と共に語って、そして言った、行って、海の上と地の上とに立っている御使いの手にある、開かれた書物を取りなさい。
Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσαν μετʼ ἐμοῦ καὶ λέγουσαν Ὕπαγε λάβε τὸ βιβλίον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.
そして私は御使いのところへ行って、その小さな書物を私に与えるようにと彼に言った。すると彼は私に言う、それを取って、食べ尽くしなさい、そしてそれはあなたの腹を苦くするであろう、しかしあなたの口では蜜のように甘いであろう。
καὶ ἀπῆλθα πρὸς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί μοι τὸ βιβλαρίδιον καὶ λέγει μοι· Λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλʼ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.
そして私は御使いの手からその小さな書物を受け取って、そしてそれを食べ尽くした、そしてそれは私の口では蜜のように甘かった。そして私がそれを食べると、私の腹は苦くなった。
καὶ ἔλαβον τὸ βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.
そして彼らは私に言う、あなたは、多くの民と国民と言語と王たちについて、再び預言しなければならない。
Καὶ λέγουσίν μοι· Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.