そして群衆を見て、彼は山へ上った。そして彼が座ると、彼の弟子たちが彼のもとへ近づいた。
Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ·
そして自分の口を開いて、彼らに教えながら言った、
καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων·
霊において貧しい者たちは幸いである、なぜなら天の王国は彼らのものだからだ。
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
嘆く者たちは幸いである、なぜなら彼らは慰められるであろうからだ。
μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
柔和な者たちは幸いである、なぜなら彼らは地を受け継ぐであろうからだ。
μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
義に飢え渇く者たちは幸いである、なぜなら彼らは満たされるであろうからだ。
μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
憐れみ深い者たちは幸いである、なぜなら彼らは憐れみを受けるであろうからだ。
μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
心において清い者たちは幸いである、なぜなら彼らは神を見るであろうからだ。
μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.
平和を作る者たちは幸いである、なぜなら彼らは神の子らと呼ばれるであろうからだ。
μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται.
義のゆえに迫害されてきた者たちは幸いである、なぜなら天の王国は彼らのものだからだ。
μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
あなたたちは、人々があなたたちをそしり、迫害し、私のゆえに偽ってあなたたちに対しあらゆる悪しきことを言うとき、幸いである。
μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθʼ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
喜び、そして喜び躍れ、なぜなら天においてあなたたちの報いは大きいからだ。なぜなら、このように彼らは、あなたたち以前の預言者たちを迫害したからだ。
χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
あなたたちは地の塩である。しかし、もし塩が愚かにされる1なら、何によって塩けをつけられようか。それはもはや何の役にも立たず、ただ外に投げ出されて、人々によって踏みつけられるだけである。
1 μωραίνω(モーライノー)— 愚かにする、無味にする(μωρός「愚かな」に由来)。塩がその塩気を失うことを比喩的に表す。
Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθὲν ἔξω καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
あなたたちは世の光である。山の上に置かれた町は隠れることができない。
Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·
また人々は、ともし火を灯して、それを升1の下ではなく燭台の上に置く、そしてそれは家の中にいるすべての者たちのために輝く。
1 μόδιος(モディオス)— 穀物などを量るための升(ますう)。約8.75リットルに相当するローマの容量単位。
οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλʼ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ.
このように、あなたたちの光を人々の前で輝かせよ、彼らがあなたたちの良い行いを見て、天にいるあなたたちの父を崇めるように。
οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
私が律法あるいは預言者たちを廃するために来たと思うな。私は廃するためではなく、成就するために来た。
Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι·
なぜなら、まことに私はあなたたちに言う、天と地が過ぎ去るまで、律法から一つのイオタ、あるいは一つの画1さえも、すべてが成るまで、決して過ぎ去らないであろう。
1 κεραία(ケライア)— 小さな角、(文字の)画、突起(文字を書く筆画の細部を指す)。
ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται.
それゆえ、これらの最も小さな戒めの一つを破り、そしてそのように人々に教える者は誰でも、天の王国において最も小さい者と呼ばれるであろう。しかし行い、そして教える者は、天の王国において大いなる者と呼ばれるであろう。
ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δʼ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
なぜなら私はあなたたちに言う、もしあなたたちの義が書記官たちとパリサイオイの義よりも勝らなければ、あなたたちは決して天の王国に入らないであろう。
λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
あなたたちは、昔の人々に、あなたは殺してはならない、そして殺す者は誰でも裁きに服する、と語られたのを聞いた。
Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ὃς δʼ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.
しかし私はあなたたちに言う、自分の兄弟に対して怒る者は誰でも裁きに服する。自分の兄弟に、ラカ1、と言う者は誰でも、議会2に服する。愚か者、と言う者は誰でも、火のゲエンナ3に服する。
1 Ῥακά(ラカ)— アラム語由来の侮蔑語で「愚か者」「空っぽ頭」を意味する。
2 συνέδριον(シュネドリオン)— 会議、評議会(ここではユダヤの最高法院サンヘドリンを指す)。
3 γέεννα(ゲエンナ)— ヘブライ語「ヒンノムの谷」に由来する地名で、エルサレム南方のごみを焼く谷。転じて、火による最終的な刑罰の場を指す。
ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δʼ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ· Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δʼ ἂν εἴπῃ· Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.
それゆえ、もしあなたが祭壇の上に自分の供え物を捧げようとして、そこで、自分の兄弟があなたに対して何か持っていることを思い出すなら、
ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ,
そこ、祭壇の前に自分の供え物を残し、そしてまず行って自分の兄弟と和解せよ、そしてそのとき来て自分の供え物を捧げよ。
ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.
あなたの訴える相手と共に道にいる間に、速やかに彼と好意的であれ、そうしないと、訴える相手があなたを裁判官に引き渡し、そして裁判官が下役に引き渡し、そしてあなたは牢に投げ込まれるであろう。
ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ μετʼ αὐτοῦ ἐν τῇ ὁδῷ, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ·
1 κοδράντης(コドラントス)— ローマの最小単位の貨幣(ラテン語quadransの音写)。
ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην.
あなたたちは、あなたは姦淫してはならない、と語られたのを聞いた。
Ἠκούσατε ὅτι ἐρρέθη· Οὐ μοιχεύσεις.
しかし私はあなたたちに言う、女を見て欲情する者は誰でも、すでに自分の心の中で彼女と姦淫したのである。
ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
そしてもしあなたの右の目があなたをつまずかせるなら、それを抉り出して、あなたから投げ捨てよ。なぜなら、あなたの体全体がゲエンナに投げ込まれるより、あなたの肢体の一つが滅びる方が、あなたにとって益となるからだ。
εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ, συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.
そしてもしあなたの右の手があなたをつまずかせるなら、それを切り取って、あなたから投げ捨てよ。なぜなら、あなたの体全体がゲエンナへ行くより、あなたの肢体の一つが滅びる方が、あなたにとって益となるからだ。
καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ, συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου εἰς γέενναν ἀπέλθῃ.
そして、自分の妻を離縁する者は誰でも、彼女に離縁状を与えよ、と語られた。
Ἐρρέθη δέ· Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.
しかし私はあなたたちに言う、姦淫の理由を除いて自分の妻を離縁する者は誰でも、彼女に姦淫を行わせることになる、そして離縁された女を娶る者は誰でも姦淫を行う。
ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται.
またあなたたちは、昔の人々に、あなたは偽って誓ってはならない、しかし主に対して自分の誓いを果たせ、と語られたのを聞いた。
Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις· Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ κυρίῳ τοὺς ὅρκους σου.
しかし私はあなたたちに言う、断じて誓うな。天によっても誓うな、なぜならそれは神の御座であるからだ。
ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶν τοῦ θεοῦ·
また地によっても誓うな、なぜならそれは彼の足の footstool1であるからだ。またイエロソルマによっても誓うな、なぜならそれは大いなる王の都であるからだ。
1 ὑποπόδιον(ヒュポポディオン)— 足台、足を乗せる台(ὑπό「下に」+ πούς「足」に由来)。
μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶν τοῦ μεγάλου βασιλέως·
またあなたの頭によっても誓うな、なぜならあなたは一本の髪の毛さえ、白くも黒くもすることができないからだ。
μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι ἢ μέλαιναν.
そしてあなたたちの言葉は、然り然り、否否、であれ。これより多いことは、悪しき者から出るのである。
ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
あなたたちは、目には目を、歯には歯を、と語られたのを聞いた。
Ἠκούσατε ὅτι ἐρρέθη· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος.
しかし私はあなたたちに言う、悪しき者に立ち向かうな。むしろ誰でもあなたの右の頬を打つ者には、他の頬も彼に向けよ。
ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλʼ ὅστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα στρέψον αὐτῷ καὶ τὴν ἄλλην·
そしてあなたを訴え、あなたの下着を取ろうと欲する者には、外套も彼に残せ。
καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον·
1 μίλιον(ミリオン)— ローマ里程の単位、約1480メートル(ラテン語milleの音写)。ここではローマ兵が民間人に荷を運ばせることのできる強制労役の距離を指す。
καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετʼ αὐτοῦ δύο.
あなたに求める者には与え、そしてあなたから借りようと欲する者を拒むな。
τῷ αἰτοῦντί σε δός καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς.
あなたたちは、あなたの隣人を愛し、あなたの敵を憎め、と語られたのを聞いた。
Ἠκούσατε ὅτι ἐρρέθη· Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.
しかし私はあなたたちに言う、あなたたちの敵を愛し、そしてあなたたちを迫害する者たちのために祈れ、
ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς·
それは、あなたたちが天におけるあなたたちの父の子らとなるためである、なぜなら彼は、悪しき者たちと善き者たちの上に自分の太陽を昇らせ、そして義しい者たちと不義な者たちの上に雨を降らせるからだ。
ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.
なぜなら、もしあなたたちが自分を愛する者たちを愛するなら、あなたたちにどんな報いがあろうか。取税人たちも同じことをしているではないか。
ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν;
そしてもしあなたたちが自分の兄弟たちにだけ挨拶するなら、あなたたちは何の優れたことをしているのか。異邦人たちも同じことをしているではないか。
καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν;
それゆえ、あなたたちの天の父が完全であるように、あなたたちも完全であれ。
Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.