そして六日の後、イエスはペトロスとヤコボスと彼の兄弟イオアンネスを連れて、そして彼らを自分たちだけで高い山へ連れて上る。
Καὶ μεθʼ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν.
そして彼は彼らの前で姿を変えられた、そして彼の顔は太陽のように輝いた、そして彼の衣は光のように白くなった。
καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.
そして見よ、モウセスとエリアスが彼らに現れ、彼と共に語り合った。
καὶ ἰδοὺ ὤφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας συλλαλοῦντες μετʼ αὐτοῦ.
そしてペトロスは答えてイエスに言った、主よ、私たちがここにいるのは良いことです。もしお望みなら、私はここに三つの幕屋を造りましょう、あなたに一つ、モウセスに一つ、エリアスに一つ。
ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν.
彼がまだ語っていると、見よ、輝く雲が彼らを覆った、そして見よ、雲の中から声があって、言った、これは私の愛する子、私が喜びとした者である。彼に聞け。
ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· ἀκούετε αὐτοῦ.
そして弟子たちは聞いて、自分たちの顔の上にひれ伏し、そして非常に恐れた。
καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα.
そしてイエスは近づいて来て、彼らに触れて、言った、起きなさい、そして恐れるな。
καὶ προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε.
そして彼らは自分たちの目を上げて、イエスご自身の他には、誰も見なかった。
ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ αὐτὸν Ἰησοῦν μόνον.
そして彼らが山から降りて行くと、イエスは彼らに命じて、言った、人の子が死人たちの中から起こされるまでは、この幻を誰にも言うな。
Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἐγερθῇ
そして弟子たちは彼に尋ねて、言った、それでは、なぜ書記官たちは、エリアスがまず来なければならない、と言うのですか。
καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ λέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
そして彼は答えて言った、確かにエリアスは来て、すべてのことを元どおりにするであろう。
ὁ δὲ ἀποκριθεὶς εἶπεν Ἠλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει πάντα·
しかし私はあなたたちに言う、エリアスはすでに来た、そして彼らは彼を知らず、むしろ彼らが望むだけのことを彼に対して行った。このように、人の子も彼らによって苦しみを受けようとしている。
λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπʼ αὐτῶν.
そのとき弟子たちは、彼が洗礼者イオアンネスについて自分たちに語ったのだと理解した。
τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
そして彼らが群衆のもとへ来ると、一人の人が彼に近づいて来て、彼にひざまずき、
Καὶ ἐλθόντων πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν
そして言った、主よ、私の息子を憐れんでください、彼はてんかんの発作を起こし、ひどく苦しんでいます。なぜなら、たびたび火の中に、そしてたびたび水の中に倒れるからです。
καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ.
そして私は彼をあなたの弟子たちのもとへ連れて来ましたが、彼らは彼を癒すことができませんでした。
καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.
そしてイエスは答えて言った、ああ、不信仰でゆがんだ世代よ、いつまで私はあなたたちと共にいるのか。いつまで私はあなたたちに耐えるのか。彼をここに私のところへ連れて来い。
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε μεθʼ ὑμῶν ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε.
そしてイエスは彼を戒めた、そして悪霊は彼から出て行った。そしてその時から、その子は癒された。
καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπʼ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
そのとき弟子たちがひそかにイエスに近づいて来て、言った、なぜ私たちはそれを追い出すことができなかったのですか。
Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατʼ ἰδίαν εἶπον· Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
そして彼は彼らに言う、あなたたちの信仰の薄さのためである。なぜなら、まことに私はあなたたちに言う、もしあなたたちがからし種ほどの信仰を持つなら、この山に、ここからあそこへ移れ、と言うであろう、そしてそれは移るであろう、そしてあなたたちに不可能なことは何もないであろうから。
ὁ δὲ λέγει αὐτοῖς· Διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· Μετάβα ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν
1 SBLGNTは本節を角括弧に入れている。有力な写本の一部に本節を欠くものがあるため、後代の付加である可能性が指摘されている。
[τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.]
そして彼らがガリライアに集まっていると、イエスは彼らに言った、人の子は人々の手に引き渡されようとしている。
Συστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων,
そして彼らは彼を殺すであろう、そして三日目に彼は起こされるであろう。そして彼らは非常に悲しんだ。
καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.
そして彼らがカペルナウムへ来ると、二ドラクマ1を集める者たちがペトロスに近づいて来て、言った、あなたたちの先生は二ドラクマを納めないのですか。
1 δίδραχμον(ディドラクモン)— 二ドラクマ銀貨、成人男性が毎年神殿に納める税額に相当する。
Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν· Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;
彼は言う、はい。そして彼が家に入ると、イエスは先んじて彼に言った、シモンよ、あなたはどう思うか。地の王たちは、誰から関税や人頭税を取るか。自分の息子たちからか、それとも他人たちからか。
λέγει· Ναί. καὶ ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;
そして彼が、他人たちからです、と言うと、イエスは彼に言った、それでは息子たちは自由である。
εἰπόντος δέ· Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.
しかし私たちが彼らをつまずかせないように、海へ行って釣り針を投げ、そして最初に上がって来る魚を取れ、そしてその口を開けると、あなたは一スタテル1を見出すであろう。それを取って、私とあなたの代わりに、彼らに与えよ。
1 στατήρ(スタテル)— 銀貨の単位、四ドラクマに相当し、二人分の神殿税を納めるのにちょうど足りる額。
ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.