その時に、イエスは安息日に麦畑を通って行った。そして彼の弟子たちは空腹になり、穂を摘んで食べ始めた。
Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.
そしてパリサイオイは見て、彼に言った、見よ、あなたの弟子たちは、安息日に行うことが許されていないことを行っている。
οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπαν αὐτῷ· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ.
そして彼は彼らに言った、ダビドが空腹であったとき、彼と共にいた者たちが、何を行ったか、あなたたちは読まなかったのか。
ὁ δὲ εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε ἐπείνασεν καὶ οἱ μετʼ αὐτοῦ;
どのように彼は神の家に入り、そして供えのパンを食べたか、それは彼にも、彼と共にいた者たちにも、食べることが許されておらず、ただ祭司たちだけに許されていたものであったのに。
πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγον, ὃ οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετʼ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις;
あるいは、安息日には祭司たちが宮の中で安息日を犯しても、罪がないと、あなたたちは律法の中で読まなかったのか。
ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν;
しかし私はあなたたちに言う、ここに宮よりも大いなるものがある。
λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε.
そしてもしあなたたちが、私は憐れみを望み、いけにえを望まない、とは何であるかを知っていたなら、罪のない者たちを罪に定めなかったであろう。
εἰ δὲ ἐγνώκειτε τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.
なぜなら人の子は、安息日の主だからである。
κύριος γάρ ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.
そして彼はそこから移って、彼らの会堂へ来た。
Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν·
そして見よ、萎えた手を持つ人がいた。そして人々は、彼を訴えるために、安息日に癒すことは許されているか、と言いながら彼に尋ねた。
καὶ ἰδοὺ ἄνθρωπος χεῖρα ἔχων ξηράν. καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Εἰ ἔξεστι τοῖς σάββασιν θεραπεύειν ἵνα κατηγορήσωσιν αὐτοῦ.
そして彼は彼らに言った、あなたたちの中に、一匹の羊を持ち、そしてもしそれが安息日に穴に落ちたなら、それをつかんで引き上げない人がいようか。
ὁ δὲ εἶπεν αὐτοῖς· Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;
それゆえ、人は羊よりどれほど優れていることか。それゆえ、安息日に良いことを行うのは許されている。
πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν.
そのとき彼はその人に言う、あなたの手を伸ばせ。すると彼は伸ばした、そしてもう一方の手のように健やかに回復した。
τότε λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινόν σου τὴν χεῖρα· καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.
そしてパリサイオイは出て行って、彼を滅ぼすために、彼に逆らう相談をした。
ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατʼ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.
そしてイエスは知って、そこから退いた。そして多くの者たちが彼に従った、そして彼は彼ら全員を癒した。
Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν. καὶ ἠκολούθησαν αὐτῷ πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας,
そして彼は、彼らが自分を公にしないようにと、彼らを戒めた。
καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν,
それは、預言者エサイアスを通して語られたことが成就するためであった。
ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·
見よ、私が選んだ私の僕、私の魂が喜んだ私の愛する者。私は私の霊を彼の上に置くであろう、そして彼は異邦人たちに裁きを告げるであろう。
Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπʼ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.
彼は争わず、また叫ばず、また誰も通りで彼の声を聞かないであろう。
οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.
彼は傷ついた葦を折らず、くすぶる灯心を消さないであろう、勝利に至るまで裁きを導き出すまでは。
κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.
そして異邦人たちは彼の名に望みを置くであろう。
καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.
そのとき、悪霊に憑かれた、盲人で口のきけない者が彼のもとへ連れて来られた。そして彼はその者を癒した、それで口のきけない者は語り、そして見えるようになった。
Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός· καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν κωφὸν λαλεῖν καὶ βλέπειν.
そしてすべての群衆は驚いて、そして言った、この者はダビドの子ではないだろうか。
καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον· Μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαυίδ;
しかしパリサイオイは聞いて言った、この者は、悪霊たちの支配者ベエルゼブルによらなければ、悪霊たちを追い出していない。
οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.
そして彼は彼らの考えを知って、彼らに言った、自分自身に逆らって分かれたすべての王国は荒れ果てる、そして自分自身に逆らって分かれたすべての町や家は立たないであろう。
εἰδὼς δὲ τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία μερισθεῖσα καθʼ ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθʼ ἑαυτῆς οὐ σταθήσεται.
そしてもしサタナスがサタナスを追い出すなら、彼は自分自身に逆らって分かれている。それでは彼の王国はどのように立つであろうか。
καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφʼ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;
そしてもし私がベエルゼブルによって悪霊たちを追い出すなら、あなたたちの子らは誰によって追い出すのか。それゆえ、彼ら自身があなたたちの裁き手となるであろう。
καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν.
しかしもし私が神の霊によって悪霊たちを追い出すなら、それでは神の王国はあなたたちの上に到来している。
εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
あるいは、まず強い者を縛らなければ、どうして誰かが強い者の家に入り、その家財を奪うことができようか。そしてそのとき、彼の家を略奪するであろう。
ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει
私と共にいない者は私に逆らう者であり、そして私と共に集めない者は散らす者である。
ὁ μὴ ὢν μετʼ ἐμοῦ κατʼ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετʼ ἐμοῦ σκορπίζει.
それゆえ私はあなたたちに言う、あらゆる罪と冒涜は人々に許されるであろう。しかし霊に対する冒涜は許されないであろう。
διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται.
そして誰でも人の子に逆らう言葉を言う者は、その者に許されるであろう。しかし誰でも聖なる霊に逆らって言う者は、この世においても、来たるべき世においても、その者に許されないであろう。
καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δʼ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.
あるいは、木を良くし、その実を良くせよ。あるいは、木を悪くし、その実を悪くせよ。なぜなら、実によって木は知られるからである。
Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
まむしの子らよ、あなたたちは悪い者でありながら、どうして良いことを語ることができようか。なぜなら、心の満ちあふれるところから口は語るからである。
γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.
善い人は善い蔵から善いものを取り出し、そして悪い人は悪い蔵から悪いものを取り出す。
ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.
しかし私はあなたたちに言う、人々が語るあらゆる無益な言葉について、裁きの日にその言葉についての申し開きをするであろう。
λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ λαλήσουσιν οἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως·
なぜなら、あなたの言葉によってあなたは義とされ、そしてあなたの言葉によってあなたは罪に定められるであろうから。
ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.
そのとき、書記官たちとパリサイオイのある者たちが、言いながら彼に答えた、先生、私たちはあなたからしるしを見ることを望みます。
Τότε ἀπεκρίθησαν αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες· Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.
そして彼は答えて彼らに言った、悪しき姦淫の世代はしるしを求める、そしてしるしは、預言者イオナスのしるしの他には、それに与えられないであろう。
ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
なぜなら、イオナスが三日三晩、大魚の腹の中にいたように、このように人の子は三日三晩、地の心の中にいるであろうから。
ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
ニネウイテスの人々は、裁きにおいてこの世代と共に立ち上がり、そしてこれを罪に定めるであろう。なぜなら彼らはイオナスの宣教によって悔い改めたからである。そして見よ、イオナスにまさる者がここにいる。
ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.
南の女王は、裁きにおいてこの世代と共に起こされ、そしてこれを罪に定めるであろう。なぜなら彼女はソロモーンの知恵を聞くために地の果てから来たからである。そして見よ、ソロモーンにまさる者がここにいる。
βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.
そして汚れた霊が人から出て行くとき、それは安らぎを求めて水のない場所を通り歩く、そして見出さない。
Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται διʼ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει.
そのとき、それは言う、私が出て来た私の家へ戻ろう。そして来て、それが空いていて、掃除され、整えられているのを見出す。
τότε λέγει· Εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα σεσαρωμένον καὶ κεκοσμημένον.
そのとき、それは行って、自分自身より悪い他の七つの霊を自分と共に連れて来る、そして入って、そこに住む。そしてその人の最後の状態は、最初よりも悪くなる。この悪しき世代にも、このようになるであろう。
τότε πορεύεται καὶ παραλαμβάνει μεθʼ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.
そして彼がまだ群衆に語っていると、見よ、彼の母と兄弟たちが、彼に話しかけようとして外に立っていた。
Ἔτι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες αὐτῷ λαλῆσαι.
そして誰かが彼に言った、見よ、あなたの母とあなたの兄弟たちが、あなたに話しかけようとして外に立っています。
εἶπεν δέ τις αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν, ζητοῦντές σοι λαλῆσαι.
そして彼は、自分に言った者に答えて言った、私の母とは誰か、そして私の兄弟たちとは誰か。
ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ λέγοντι αὐτῷ· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;
そして彼は自分の手を自分の弟子たちの上に伸ばして言った、見よ、私の母と私の兄弟たち。
καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·
なぜなら、誰でも天におられる私の父の御心を行う者、その者が私の兄弟、姉妹、そして母だからである。
ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.