そして彼らは海の向こう岸、ゲラサ人たちの地方へ来た。
Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γερασηνῶν
そして彼が舟から出て来ると、すぐに墓場から、汚れた霊に憑かれた人が彼に出会った。
καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου εὐθὺς ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
その人は墓の中に住まいを持っていた、そしてもはや鎖によってさえ、誰も彼を縛ることができなかった。
ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι
なぜなら彼はたびたび足かせと鎖で縛られたが、鎖は彼によって引きちぎられ、足かせは砕かれていたからである。そして誰も彼を制することができなかった。
διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι καὶ διεσπάσθαι ὑπʼ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι·
そして絶えず、夜も昼も、墓の中や山の中で、彼は叫び、そして石で自分自身を打ちたたいていた。
καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.
そして彼は遠くからイエスを見て、走って来て、彼を拝んだ。
καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτόν
そして大声で叫んで、言う、いと高き神の子イエスよ、私とあなたに何の関わりがあるのか。神にかけてあなたに誓わせる、私を苦しめないでください。
καὶ κράξας φωνῇ μεγάλῃ λέγει Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς.
なぜなら彼は彼に、汚れた霊よ、この人から出て行け、と言っていたからである。
ἔλεγεν γὰρ αὐτῷ· Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου.
そして彼は彼に尋ねた、あなたの名は何か。そして彼は彼に言う、私の名はレギオンです、私たちは多くいますから。
καὶ ἐπηρώτα αὐτόν· Τί ὄνομά σοι; καὶ λέγει αὐτῷ· Λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν·
そして彼は、自分たちをその地方の外へ遣わさないようにと、しきりに彼に願った。
καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας.
そしてそこに、山のそばで、大きな豚の群れが飼われていた。
ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη·
そして彼らは彼に願って、言った、私たちを豚たちの中へ送ってください、私たちがそれらの中に入るために。
καὶ παρεκάλεσαν αὐτὸν λέγοντες· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.
そして彼は彼らに許した。そして汚れた霊たちは出て行って、豚たちの中に入った。そして群れは崖を下って海へ突進した、およそ二千匹であった、そして彼らは海の中で溺れた。
καὶ ἐπέτρεψεν αὐτοῖς καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
そしてそれらを飼っていた者たちは逃げて、町や畑に知らせた。そして人々は起こったことが何であるかを見に来た。
Καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός.
そして彼らはイエスのもとへ来て、悪霊に憑かれていた者、あのレギオンを持っていた者が、服を着て、正気になって、座っているのを見た。そして彼らは恐れた。
καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγιῶνα καὶ ἐφοβήθησαν.
そして見た者たちは、悪霊に憑かれていた者にどのようなことが起こったか、そして豚たちについて、彼らに語った。
καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων.
そして彼らは、彼が自分たちの地方から去ってくれるようにと、彼に願い始めた。
καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.
そして彼が舟に乗り込むと、悪霊に憑かれていた者は、自分が彼と共にいられるようにと、彼に願った。
καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετʼ αὐτοῦ ᾖ.
しかし彼は彼を許さず、むしろ彼に言う、あなたの家へ、あなたの身内の者たちのもとへ行け。そして主があなたにどれほどのことをなさり、そしてあなたを憐れまれたかを、彼らに知らせよ。
καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀπάγγειλον αὐτοῖς ὅσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε.
そして彼は去って行って、イエスが自分にどれほどのことをなさったかを、デカポリスで宣べ伝え始めた。そして皆が驚いた。
καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
そしてイエスが舟で再び向こう岸へ渡ると、多くの群衆が彼のもとへ集まった、そして彼は海のほとりにいた。
Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπʼ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.
そして会堂長たちの一人、イアイロスという名の者が来る、そして彼を見て、彼の足もとにひれ伏す。
καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ
そして彼にしきりに願って、言う、私の幼い娘が今にも死にそうです。来て、彼女の上に手を置いてください、彼女が救われて、生きるために。
καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς τὰς χεῖρας αὐτῇ ἵνα σωθῇ καὶ ζήσῃ
そして彼は彼と共に去った。そして多くの群衆が彼に従った、そして彼らは彼を押し合った。
καὶ ἀπῆλθεν μετʼ αὐτοῦ. Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.
そして十二年間、血の流出のうちにあった女が、
καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος δώδεκα ἔτη
そして多くの医者たちから多くの苦しみを受け、そして自分の持っているものをすべて使い果たし、そして何の益も受けず、むしろますます悪くなっていたが、
καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρʼ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,
イエスについて聞いて、群衆の中を来て、後ろから彼の衣に触れた。
ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ·
なぜなら彼女は、たとえ彼の衣にだけでも触れれば、私は救われるであろう、と言っていたからである。
ἔλεγεν γὰρ ὅτι Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι.
そしてすぐに彼女の血の源は乾いた。そして彼女は、自分がその病から癒されたことを、体で知った。
καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.
そしてすぐにイエスは、自分の中から力が出て行ったことを自分自身の中で知って、群衆の中で振り向いて、言った、誰が私の衣に触れたか。
καὶ εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν· Τίς μου ἥψατο τῶν ἱματίων;
そして彼の弟子たちは彼に言った、あなたは群衆があなたを押し合っているのを見ておられるのに、誰が私に触れたのか、と言われるのですか。
καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο;
そして彼はこれを行った女を見ようとして、見回していた。
καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.
しかし女は恐れ、震えながら、自分に起こったことを知っていたので、来て、彼の前にひれ伏し、そして彼に真実をすべて話した。
ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν αὐτῇ ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.
そして彼は彼女に言った、娘よ、あなたの信仰があなたを救った。安らかに行きなさい、そしてあなたの病から健やかであれ。
ὁ δὲ εἶπεν αὐτῇ· Θυγάτηρ ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
彼がまだ語っていると、会堂長のもとから人々が来て、言った、あなたの娘は死にました。なぜこれ以上先生を煩わせるのですか。
Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;
しかしイエスは語られたこの言葉を聞き流して、会堂長に言う、恐れるな、ただ信じよ。
ὁ δὲ Ἰησοῦς παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· Μὴ φοβοῦ, μόνον πίστευε.
そして彼は、ペトロスと、ヤコボスと、ヤコボスの兄弟イオアンネスの他には、誰も自分と共について来ることを許さなかった。
καὶ οὐκ ἀφῆκεν οὐδένα μετʼ αὐτοῦ συνακολουθῆσαι εἰ μὴ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου.
そして彼らは会堂長の家へ来る、そして彼は騒ぎと、激しく泣き叫んでいる者たちを見る。
καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά,
そして入って、彼は彼らに言う、なぜあなたたちは騒ぎ、そして泣くのか。子供は死んだのではなく、眠っているのだ。
καὶ εἰσελθὼν λέγει αὐτοῖς· Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει.
すると彼らは彼をあざ笑った。しかし彼は皆を外に出して、子供の父と母、そして自分と共にいた者たちを連れて、子供がいたところへ入って行く。
καὶ κατεγέλων αὐτοῦ. αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετʼ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον
そして子供の手をつかんで、彼は彼女に言う、タリタ・クム。これは訳すと、少女よ、あなたに言う、起きなさい、という意味である。
καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· Ταλιθα κουμ ὅ ἐστιν μεθερμηνευόμενον· Τὸ κοράσιον, σοὶ λέγω, ἔγειρε
そしてすぐに少女は起き上がって、歩いた。彼女は十二歳であったからである。そして彼らはすぐに大いに驚き呆れた。
καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγάλῃ.
そして彼は、誰もこのことを知らないようにと、彼らに厳しく命じた。そして彼女に食べる物を与えるようにと言った。
καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.