そして彼は、いつも祈るべきであり、そして気力を失うべきでないことについて、彼らに譬えを語った。
Ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐγκακεῖν,
言って、ある町に、神を恐れず、人を敬わない、ある裁判官がいた。
λέγων· Κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.
そしてその町に一人のやもめがいた。そして彼女は彼のもとへ来て、私の訴える相手から私のために正義を行ってください、と言っていた。
χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.
そして彼はしばらくの間、そうしようとしなかった。しかしその後、自分の中で言った、たとえ私が神を恐れず、人も敬わないとしても、
καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον, μετὰ ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι,
少なくとも、このやもめが私に面倒をかけるので、私は彼女のために正義を行おう。彼女が絶えず来て、私を疲れさせることのないように。
διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.
そして主は言った、不正な裁判官が何を言っているかを聞け。
εἶπεν δὲ ὁ κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει·
それでは神は、昼も夜もご自分に叫んでいるご自分の選ばれた者たちのために、正義を行われないことがあろうか。そして彼らのことで忍耐しておられるであろうか。
ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ μακροθυμεῖ ἐπʼ αὐτοῖς;
私はあなたたちに言う、主は速やかに彼らのために正義を行われるであろう。しかし、人の子が来るとき、地に信仰を見出すであろうか。
λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
そして彼は、自分自身が義しいと信頼し、そして他の者たちを見下している、ある者たちにもこの譬えを語った。
Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφʼ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην·
二人の人が祈るために宮へ上って行った。一人はパリサイオスで、もう一人は取税人であった。
Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης.
パリサイオスは立って、自分自身に向けてこう祈った、神よ、私が他の人々のように、強欲な者、不正な者、姦淫する者ではなく、あるいはこの取税人のようでもないことを、あなたに感謝します。
ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης·
私は週に二度断食し、私が得るものすべての十分の一を納めます。
νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
しかし取税人は遠くに立って、目を天に上げることさえ望まなかった。むしろ自分の胸を打ちながら、言った、神よ、罪人である私を憐れんでください。
ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλʼ ἔτυπτε τὸ στῆθος αὐτοῦ λέγων· Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
私はあなたたちに言う、この者の方が、あの者よりも義とされて、自分の家へ下って行った。なぜなら、自分自身を高くする者は皆低くされ、そして自分自身を低くする者は高くされるからである。
λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρʼ ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
そして人々は、彼に触れていただくために、幼子たちをも彼のもとへ連れて来た。しかし弟子たちは見て、彼らを戒めた。
Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς.
しかしイエスは彼らを呼び寄せて、言った、子供たちが私のところへ来るのを許し、そして彼らを妨げるな。なぜなら、神の王国はこのような者たちのものだからである。
ὁ δὲ Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
まことに私はあなたたちに言う、誰でも子供のように神の王国を受け入れない者は、決してそれに入らないであろう。
ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
そしてある指導者が彼に、良い先生よ、私は何をして永遠の命を受け継ぐべきでしょうか、と尋ねて、言った。
Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
するとイエスは彼に言った、なぜあなたは私を良いと言うのか。神お一人の他には、誰も良い者はいない。
εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.
あなたは戒めを知っている。姦淫するな、殺すな、盗むな、偽証するな、あなたの父と母を敬え。
τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα
すると彼は言った、これらすべてを私は若い時から守ってきました。
ὁ δὲ εἶπεν· Ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος μου
そしてイエスは聞いて、彼に言った、あなたにはまだ一つ欠けている。あなたが持っているものをすべて売り、そして貧しい者たちに分け与えよ。そうすればあなたは天に宝を持つであろう。そして来て、私に従え。
ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι.
しかし彼はこれを聞いて、非常に悲しくなった。彼は非常に富んでいたからである。
ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη ἦν γὰρ πλούσιος σφόδρα.
そしてイエスは彼を見て、言った、財産を持っている者たちが神の王国に入るのは、どれほど難しいことか。
Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς εἶπεν· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται·
なぜなら、富んでいる者が神の王国に入るよりも、らくだが針の穴を通る方が易しいからである。
εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
そして聞いた者たちは言った、それでは誰が救われることができるのですか。
Εἶπαν δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι;
すると彼は言った、人間にとって不可能なことは、神にとって可能である。
ὁ δὲ εἶπεν· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ θεῷ ἐστιν.
そしてペトロスは言った、見てください、私たちは自分自身のものを捨てて、あなたに従いました。
Εἶπεν δὲ ὁ Πέτρος· Ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι.
すると彼は彼らに言った、まことに私はあなたたちに言う、神の王国のために、家、あるいは妻、あるいは兄弟たち、あるいは両親、あるいは子供たちを捨てた者は誰でも、
ὁ δὲ εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ,
この時代において何倍ものものを受け、そして来たるべき世において永遠の命を受けないことはないであろう。
ὃς οὐχὶ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
そして彼は十二人を連れて、彼らに言った、見よ、私たちはイエルサレムへ上って行く。そして預言者たちを通して書かれたすべてのことが、人の子について成し遂げられるであろう。
Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσαλήμ καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου·
なぜなら彼は異邦人たちに引き渡され、そしてあざけられ、そして辱められ、そして唾を吐きかけられるであろうから。
παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται,
そして彼らは鞭打った後、彼を殺すであろう。そして三日目に彼は起き上がるであろう。
καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.
しかし彼らはこれらのことを何も理解しなかった。そしてこの言葉は彼らから隠されていた。そして彼らは語られていることが分からなかった。
καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπʼ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
そして彼がイエリコに近づいて行くと、ある盲人が道端に座って、物乞いをしていた。
Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν
そして彼は群衆が通り過ぎて行く音を聞いて、これは何事であろうかと尋ねた。
ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο·
すると人々は彼に、ナゾライオスのイエスが通り過ぎるところです、と告げた。
ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
すると彼は、ダビドの子イエスよ、私を憐れんでください、と叫んで、言った。
καὶ ἐβόησεν λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με.
そして前を行く者たちは、彼が黙るようにと彼を戒めた。しかし彼はますます叫んだ、ダビドの子よ、私を憐れんでください。
καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με.
そしてイエスは立ち止まって、彼を自分のところへ連れて来るようにと命じた。そして彼が近づくと、彼に尋ねた。
σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν·
私にあなたのために何をしてほしいか。すると彼は言った、主よ、見えるようになることです。
Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν· Κύριε, ἵνα ἀναβλέψω.
そしてイエスは彼に言った、見えるようになれ。あなたの信仰があなたを救った。
καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.
するとすぐに彼は見えるようになった。そして神をあがめながら、彼に従った。そして民全体は見て、神に賛美をささげた。
καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.