そして彼が、安息日に食事をするために、パリサイオイのある指導者の家に来ると、彼らは彼を見張っていた。
Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.
そして見よ、水腫を患っているある人が彼の前にいた。
καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.
そしてイエスは答えて、律法学者たちとパリサイオイに、安息日に癒すことは許されているか、それとも許されていないか、と言った。
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· Ἔξεστιν τῷ σαββάτῳ θεραπεῦσαι ἢ οὔ;
しかし彼らは黙っていた。そして彼は彼をつかんで癒し、そして去らせた。
οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν.
そして彼らに言った、あなたたちのうち誰に、息子や牛が井戸に落ちて、安息日にすぐに引き上げないことがあろうか。
καὶ πρὸς αὐτοὺς εἶπεν· Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ πεσεῖται καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν ἡμέρᾳ τοῦ σαββάτου;
そして彼らはこれらのことに答えることができなかった。
καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι πρὸς ταῦτα.
そして彼は、招かれた者たちがどのように上座を選んでいるかに気づいて、彼らに譬えを語った。
Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς·
あなたが誰かに婚宴へ招かれるとき、上座に着くな。あなたより身分の高い者が、その人によって招かれているといけないから。
Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπʼ αὐτοῦ
そして、あなたとその人を招いた者が来て、あなたに、この人に席を譲ってください、と言い、そのときあなたは恥をかいて末席に着き始めることになる。
καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν.
むしろ、招かれたときは、行って末席に着け。それは、あなたを招いた者が来たとき、彼があなたに、友よ、もっと上へ進んでください、と言うためである。そのとき、あなたと共に食卓に着いているすべての人々の前で、あなたに栄誉があるであろう。
ἀλλʼ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ἐρεῖ σοι· Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι.
なぜなら、自分自身を高くする者は皆低くされ、そして自分自身を低くする者は高くされるからである。
ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
そして彼は自分を招いた者にも言った、あなたが昼食や夕食を催すときは、あなたの友人たちも、あなたの兄弟たちも、あなたの親族たちも、富んだ隣人たちも呼ぶな。彼らもまたあなたを招き返して、あなたへの報いになってしまうといけないから。
Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι.
むしろ宴会を催すときは、貧しい者たち、体の不自由な者たち、足の不自由な者たち、盲人たちを招け。
ἀλλʼ ὅταν δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς·
そしてあなたは幸いであろう。彼らはあなたに報いることができないからである。なぜなら、義人たちの復活のときに、あなたに報いられるであろうから。
καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
そして共に食卓に着いていた者たちのある者は、これらのことを聞いて、彼に言った、神の王国でパンを食べる者は幸いです。
Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
しかし彼は彼に言った、ある人が大きな夕食を催し、そして多くの人を招いた。
ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς,
そして夕食の時刻に、招かれた者たちに、来てください、もう用意ができていますから、と言うために、自分の僕を遣わした。
καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν
すると皆は、一人残らず断り始めた。最初の者は彼に言った、私は畑を買いました、そして出て行ってそれを見る必要があります。お願いします、私を断った者として扱ってください。
καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
そして別の者は言った、私は五くびきの牛を買いました、そしてそれらを試しに行くところです。お願いします、私を断った者として扱ってください。
καὶ ἕτερος εἶπεν· Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
そしてまた別の者は言った、私は妻を娶りました、それゆえ行くことができません。
καὶ ἕτερος εἶπεν· Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.
そして僕は帰って来て、これらのことを自分の主人に報告した。そのとき家の主人は怒って、自分の僕に言った、急いで町の広場や通りへ出て行き、貧しい者たち、体の不自由な者たち、盲人たち、足の不自由な者たちをここへ連れて来い。
καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε.
そして僕は言った、ご主人様、お命じになったことは行われました。そしてまだ席があります。
καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.
そして主人は僕に言った、道や垣根へ出て行って、無理にでも入らせよ、私の家がいっぱいになるように。
καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ μου ὁ οἶκος·
なぜなら私はあなたたちに言う、招かれたあの人々のうちの誰も、私の夕食を味わうことはないであろうから。
λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου
そして多くの群衆が彼と共に行った。そして彼は振り向いて、彼らに言った。
Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς·
もし誰かが私のもとへ来て、自分自身の父と母、妻、子供たち、兄弟たち、姉妹たち、そしてまた自分自身の命さえも憎まないなら、私の弟子であることはできない。
Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής.
誰でも自分自身の十字架を負って私の後に来ない者は、私の弟子であることはできない。
ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
なぜなら、あなたたちのうち誰が、塔を建てることを望みながら、まず座って、それを完成させるだけのものを持っているかどうか、費用を計算しないであろうか。
τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει εἰς ἀπαρτισμόν;
そうしなければ、彼が土台を据えても完成させることができないとき、見ている者たちが皆、彼をあざけり始めるであろう。
ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν
この人は建て始めたが、完成させることができなかった、と言いながら。
λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
あるいは、どの王が、他の王と戦争を交えるために出て行くとき、まず座って、一万人で、二万人を率いて向かって来る者を迎え撃つことができるかどうかを、考えないであろうか。
ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπʼ αὐτόν;
そしてもしできないなら、相手がまだ遠くにいるうちに、使節を遣わして、和平のための条件を求める。
εἰ δὲ μήγε, ἔτι αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην.
それゆえこのように、あなたたちのうち、自分自身の持ち物すべてに別れを告げない者は誰も、私の弟子であることはできない。
οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου μαθητής.
それゆえ塩は良いものである。しかしもし塩さえも味を失うなら、何によって味を取り戻されるであろうか。
Καλὸν οὖν τὸ ἅλας· ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
それは土地にも肥やしにも適さない。人々はそれを外に投げ捨てる。聞く耳を持つ者は聞くがよい。
οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.