さあ、今、富んでいる者たちよ、あなたたちに迫って来る惨めさのゆえに、泣き叫びながら泣きなさい。
Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις.
あなたたちの富は腐り、あなたたちの衣は虫に食われてしまった。
ὁ πλοῦτος ὑμῶν σέσηπεν, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν,
あなたたちの金と銀は錆び、その錆びはあなたたちへの証しとなり、あなたたちの肉を食い尽くすであろう。あなたたちは終わりの日々に、火のように蓄えた。
ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν· ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις.
見よ、あなたたちの畑を刈り入れた労働者たちの報酬で、あなたたちによって差し止められたものが叫んでいる。そして刈り入れた者たちの叫びは、サバオトの主の耳に入っている。
ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀφυστερημένος ἀφʼ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν
あなたたちは地上でぜいたくをし、快楽にふけった。あなたたちは屠りの日に自分の心を肥やした。
ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς.
あなたたちは義人を有罪と定め、殺した。彼はあなたたちに逆らわないのか。
κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον. οὐκ ἀντιτάσσεται ὑμῖν;
それゆえ、兄弟たちよ、主の来臨まで忍耐強く待ちなさい。見よ、農夫は地の貴重な実りを待ち望み、それについて、早い雨と遅い雨を受けるまで忍耐強く待っている。
Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπʼ αὐτῷ ἕως λάβῃ πρόϊμον καὶ ὄψιμον.
あなたたちも忍耐強く待ち、自分の心を確かにしなさい。主の来臨が近づいているからである。
μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν.
兄弟たちよ、あなたたちが裁かれることのないように、互いに逆らってうめいてはならない。見よ、裁判官は戸口の前に立っておられる。
μὴ στενάζετε, ἀδελφοί, κατʼ ἀλλήλων, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.
兄弟たちよ、主の名によって語った預言者たちを、苦しみと忍耐の模範として受け取りなさい。
ὑπόδειγμα λάβετε, ἀδελφοί τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι κυρίου.
見よ、私たちは耐え忍んだ者たちを幸いだと呼んでいる。あなたたちはイオブの忍耐について聞き、そして主の結末を見た。主が深い憐れみと慈しみに満ちておられることを。
ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου εἴδετε ὅτι πολύσπλαγχνός ἐστιν ὁ κύριος καὶ οἰκτίρμων.
そして何よりもまず、私の兄弟たちよ、誓ってはならない。天によっても地によっても、ほかのどんな誓いによっても。むしろ、あなたたちの「然り」は「然り」に、「否」は「否」であるべきである。それは、あなたたちが裁きの下に落ちることのないためである。
Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.
あなたたちの中で苦しんでいる者がいるか。その人は祈るべきである。喜んでいる者がいるか。その人は賛美を歌うべきである。
Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω.
あなたたちの中で病んでいる者がいるか。その人は教会の長老たちを呼び寄せるべきである。そして彼らは、主の名によって彼に油を塗って、彼のために祈るべきである。
ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπʼ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου·
そして信仰の祈りは、弱っている者を救うであろう。そして主はその人を起こしてくださるであろう。たとえその人が罪を犯していたとしても、それは赦されるであろう。
καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.
それゆえ、互いに罪を告白し合い、癒されるために互いのために祈り合いなさい。義人の祈りは、働くときに大きな力がある。
ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
エリアスは私たちと同じ人間であったが、雨が降らないようにと祈りをもって祈った。すると三年六か月の間、地に雨が降らなかった。
Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ·
そして再び彼が祈ると、天は雨を与え、地はその実りを芽生えさせた。
καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.
私の兄弟たちよ、もしあなたたちの中で誰かが真理から迷い出て、誰かがその人を立ち返らせるなら、
Ἀδελφοί μου ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν,
その人は、罪人をその迷いの道から立ち返らせる者が、その魂を死から救い、多くの罪を覆うことになると知るべきである。
γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.