それゆえ、私たちは、クリストスについての初歩の教えを後にして、完成へと進んで行こう、死んだ業からの悔い改めと、神への信仰という土台を再び据えることなく、
Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν,
もろもろの洗いについての教え、手を置くこと、死人たちの復活、そして永遠の審判という土台を。
βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου.
そして、もし神がお許しになるならば、私たちはこれを行うであろう。
καὶ τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ θεός.
なぜなら、一度光に照らされ、そして天からの賜物を味わい、そして聖なる霊にあずかる者となり、
Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου
そして神の良き言葉と、来るべき世の力とを味わった者たちが、
καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος,
そして堕落してしまうならば、彼らを再び悔い改めへと新しくすることは不可能だからである、彼らは、自分自身のために神の子を再び十字架につけ、そして公然と辱めているのである。
καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας.
なぜなら、その上にたびたび降る雨を吸い込み、そして、それが耕される目的である人々のために有用な作物を生み出す地は、神からの祝福にあずかるからである。
γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπʼ αὐτῆς ⸀ἐρχόμενον πολλάκις ὑετόν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις διʼ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ·
しかし、いばらとあざみとを生み出す地は、価値のないものであり、呪いに近く、その終わりは焼かれることにある。
ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.
しかし、愛する者たちよ、私たちはこのように語ってはいるが、あなたたちについて、もっと良いこと、救いに結びつくことを確信している。
Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν·
なぜなら、神は、あなたたちの働きと、聖徒たちに仕え、そして仕え続けることによって、御名のために示した愛とを、忘れられるほど不義な方ではないからである。
οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ⸂ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.
そして私たちは、あなたたち一人一人が、望みの確信のために、終わりまで同じ熱心さを示すことを切に望んでいる。
ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους,
それは、あなたたちが怠け者とならず、むしろ信仰と忍耐とを通して約束のものを相続する者たちに倣う者となるためである。
ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.
なぜなら、神はアブラアムに約束をされたとき、それよりも大いなる誰にかけて誓うこともできなかったので、ご自身にかけて誓われたからである。
Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ θεός, ἐπεὶ κατʼ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι, ὤμοσεν καθʼ ἑαυτοῦ,
言われた、私は必ずあなたを祝福し、祝福しよう、そして私はあなたを増し加え、増し加えよう、と。
λέγων· Εἰ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε·
そしてこのように、彼は忍耐して、約束のものを得た。
καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας.
なぜなら、人間たちは自分よりも大いなる者にかけて誓うものであり、そして誓いは、彼らのあらゆる論争の終わりとして、確証となるものだからである。
ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος·
このことにおいて、神は、ご自身のご計画の変わることのなさを、約束の相続人たちになおさら示そうと望まれて、誓いをもって保証された。
ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ,
それは、神が偽ることが不可能な、二つの変わることのない事柄によって、目の前に置かれた望みをしっかりと捕らえるために逃れて来た私たちが、力強い励ましを持つためである。
ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι ⸀θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος·
この望みを、私たちは、確かで、そして堅固で、そして垂れ幕の内側にまで入って行く、魂の錨として持っている。
ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ⸂ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,
そこに、先駆者として、私たちのためにイエスが入られた、メルキセデクの位に等しく、永遠に大祭司となられて。
ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.