それゆえ、私たちもまた、これほど多くの証人の雲に取り囲まれているので、あらゆる重荷と、まとわりつく罪とを脱ぎ捨てて、忍耐をもって、私たちの前に置かれている競走を走ろう。
Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, διʼ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,
信仰の創始者であり完成者であるイエスを見つめながら。この方は、ご自身の前に置かれた喜びのために、恥を軽んじて十字架を耐え忍ばれ、そして神の御座の右にお座りになった。
ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ ⸀κεκάθικεν.
なぜなら、あなたたちが、自分の魂において疲れ果てて気力を失うことのないように、罪人たちからご自身に対するこれほどの反抗を耐え忍ばれた方を、よく考えなさい。
ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ⸀ἑαυτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.
あなたたちは、罪と戦って、まだ血を流すまでには抵抗していない。
Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι,
そしてあなたたちは、子供たちに対するように、あなたたちに語りかけているこの励ましを忘れている、私の子よ、主の訓練を軽んじてはならない、また、主によって戒められるとき、気力を失ってはならない。
καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· Υἱέ μου, μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος·
なぜなら、主は、愛する者を訓練し、そしてご自身が受け入れるすべての子を鞭打たれるからである。
ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
訓練として耐え忍びなさい、神は子供たちに対するように、あなたたちに接しておられる。なぜなら、父が訓練しない子がいるだろうか。
εἰς παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός· τίς γὰρ ⸀υἱὸς ὃν οὐ παιδεύει πατήρ;
しかし、もしあなたたちが、すべての者たちがあずかっている訓練を受けていないなら、それゆえ、あなたたちは私生児であって、子供ではない。
εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ⸂καὶ οὐχ υἱοί ἐστε.
さらに、私たちは、私たちの肉の父たちを訓練者として持ち、そして敬っていた。まして、もろもろの霊の父に、私たちはなおさら従い、そして生きるべきではないだろうか。
εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολὺ ⸀μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν;
なぜなら、彼らは、わずかな日々の間、自分たちに良いと思われるとおりに訓練したが、しかし神は、私たちがご自身の聖さにあずかるという益のために訓練されるからである。
οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.
あらゆる訓練は、今のところは、喜びではなく悲しみであるように思われるが、後になって、それによって鍛えられた者たちに、義の平和な実を返してくれる。
πᾶσα ⸀μὲν παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς διʼ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.
それゆえ、力の抜けた手と、萎えた膝とをまっすぐに立て直しなさい。
Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε,
そして、あなたたちの足のために、まっすぐな道を作りなさい、それは、足なえの者が道から外れてしまわず、むしろ癒やされるためである。
καὶ τροχιὰς ὀρθὰς ⸀ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
すべての人と共に平和を追い求めなさい、そして聖さを。これなしには、誰も主を見ることはないであろう。
Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον,
誰も神の恵みから落ちることのないように、誰も苦々しさの根が上に生え出て悩みを起こし、そしてそれによって多くの者が汚されることのないように、気をつけながら。
ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ διʼ αὐτῆς μιανθῶσιν ⸀πολλοί,
誰も、エサウのように、淫らな者や俗悪な者がいないように。エサウは、一度の食事と引き換えに、自分自身の長子の権利を売り渡した。
μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδετο τὰ πρωτοτόκια ⸀ἑαυτοῦ.
なぜなら、あなたたちは、彼がその後も祝福を相続することを望んだが、退けられたことを知っているからである。なぜなら、彼は涙をもってそれを熱心に求めたにもかかわらず、悔い改めの機会を見出さなかったからである。
ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
なぜなら、あなたたちが近づいたのは、手で触れることができ、そして燃える火と、暗闇と、暗黒と、嵐と、
Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ⸂καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ
ラッパの響きと、言葉の声とにではないからである。この声を聞いた者たちは、これ以上言葉が自分たちに語られないようにと懇願した。
καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον,
なぜなら、彼らは、たとえ獣であっても、山に触れるなら、石で打たれるであろう、という命じられたことに耐えられなかったからである。
οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται·
そして、この現れたものはそれほど恐ろしいものであったので、モウセスは、私は恐れおののいている、と言った。
καί, οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν· Ἔκφοβός εἰμι καὶ ἔντρομος.
むしろ、あなたたちが近づいたのは、シオンの山、そして生ける神の都市、天のイエルサレム、そして幾万の御使いたちの祝祭の集まり、
ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει
そして天に登録されている初子たちの集会、そしてすべての者の審判者である神、そして完全な者とされた義人たちの霊たち、
καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων,
そして新しい契約の仲介者であるイエス、そしてアベルよりも優れたことを語る振りかけの血にである。
καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ ⸂κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ.
あなたたちは、語られる方を拒むことのないように気をつけなさい。なぜなら、もし彼らが、地上で神託を伝える方を拒んで、逃れられなかったのであれば、まして、天から語られる方から顔を背ける私たちは、なおさら逃れられないであろう。
Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ⸂ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα, πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπʼ οὐρανῶν ἀποστρεφόμενοι·
その方の声は、そのとき地を揺り動かした、しかし今、神は、言いながら約束された、もう一度、私は地だけでなく天をも揺り動かすであろう、と。
οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων· Ἔτι ἅπαξ ἐγὼ ⸀σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν.
そして、もう一度、ということは、造られたものとしての、揺り動かされるものの移り変わりを明らかにしている、それは、揺り動かされないものがとどまるためである。
τὸ δέ, Ἔτι ἅπαξ, δηλοῖ ⸀τὴν τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.
それゆえ、私たちは、揺り動かされない国を受け継ぐので、恵みを持とう、それを通して、私たちは、敬虔さと畏れとをもって、神に喜ばれるように仕えよう。
Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, διʼ ἧς λατρεύωμεν εὐαρέστως τῷ θεῷ μετὰ ⸀εὐλαβείας καὶ δέους,
なぜなら、私たちの神は、焼き尽くす火だからである。
καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον.