なぜなら、律法は、来るべき良きものの影を持っているが、その事柄自体の姿を持っていないので、年ごとに、絶えず献げられる同じ犠牲によって、近づいて来る者たちを完全にすることは決してできないからである。
Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατʼ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε ⸀δύναται τοὺς προσερχομένους τελειῶσαι·
そうでなければ、それらの犠牲は献げられることをやめなかったであろうか、なぜなら、礼拝する者たちが一度清められたなら、もはや罪の意識を全く持たなくなるはずだからである。
ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ ⸀κεκαθαρισμένους;
しかし、それらのうちには、年ごとに罪の想起がある。
ἀλλʼ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατʼ ἐνιαυτόν,
なぜなら、雄牛たちと山羊たちの血が罪を取り除くことは、不可能だからである。
ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.
それゆえ、世に来られるとき、彼は言われる、あなたは犠牲も供え物も望まれなかった、しかしあなたは私のために体を整えられた。
Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι·
あなたは全焼のいけにえと罪のためのいけにえとを喜ばれなかった。
ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας.
そのとき私は言った、見よ、私は来ました、書の巻物に私について書かれています、神よ、あなたの御心を行うために、と。
τότε εἶπον· Ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι ὁ θεὸς τὸ θέλημά σου.
上で、あなたは、律法に従って献げられる、犠牲と供え物と全焼のいけにえと罪のためのいけにえとを、望まれず、また喜ばれもしなかった、と言い、
ἀνώτερον λέγων ὅτι Θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ ⸀τὸν νόμον προσφέρονται,
そのとき、見よ、私はあなたの御心を行うために来ました、と言われた。彼は、第二のものを立てるために、第一のものを取り除かれるのである。
τότε εἴρηκεν· Ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά ⸀σου. ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ.
この御心において、私たちは、イエス・クリストスの体の献げ物によって、ただ一度で、聖別された者となっている。
ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν ⸀διὰ τῆς προσφορᾶς τοῦ σώματος ⸂Ἰησοῦ Χριστοῦ ἐφάπαξ.
そしてすべての祭司は、日ごとに奉仕をしながら、同じ犠牲を何度も献げながら立っているが、これらの犠牲は罪を決して取り除くことができない。
Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθʼ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας,
しかしこの方は、罪のために一つの犠牲を献げると、永遠に神の右に座られた。
⸀αὐτὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ,
それ以後、彼の敵たちが彼の足の足台とされるまで、待ち望みながら。
τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ.
なぜなら、彼は一つの供え物によって、聖別される者たちを永遠に完全にされたからである。
μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
そして聖なる霊も、私たちに証しをされる。なぜなら、次のように言われた後、
Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον· μετὰ γὰρ τὸ ⸀εἰρηκέναι·
これが、あの日々の後に、私が彼らと結ぶ契約である、と主は言われる、私の律法を彼らの心の上に与え、そして彼らの思いの上にそれらを書き記そう。
Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, ⸂διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τὴν διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς,
そして彼らの罪と彼らの不法とを、私はもはや決して思い出さないであろう、と。
⸀καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ ⸀μνησθήσομαι ἔτι.
そしてこれらのものの赦しがあるところには、もはや罪のための供え物はない。
ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.
それゆえ、兄弟たちよ、私たちは、イエスの血によって、聖所への入り口に対する大胆さを持っているので、
Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ,
この方は、垂れ幕、すなわちご自身の肉を通して、新しく、そして生きた道を、私たちのために開かれた。
ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτʼ ἔστιν τῆς σαρκὸς αὐτοῦ,
そして、神の家を治める偉大な祭司を持っているので、
καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ,
私たちは、悪い良心から心を振り注がれ、そして清い水で体を洗われて、信仰の確信のうちに、真実な心をもって近づこう。
προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουσμένοι τὸ σῶμα ὕδατι καθαρῷ·
私たちは、望みの告白を揺るがすことなくしっかりと保とう、なぜなら、約束をされた方は真実であられるからである。
κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος,
そして、私たちは、愛と良い行いとを奮い立たせるために、互いによく気をつけよう。
καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων,
ある者たちの習慣であるように、自分たち自身の集まりを見捨てず、むしろ励まし合いながら、そして、あなたたちがその日が近づいているのを見るのと同じだけ、なおさらそうしよう。
μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.
なぜなら、もし私たちが、真理の知識を受けた後に、故意に罪を犯すなら、罪のための犠牲はもはや残されていないからである。
Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία,
しかし、ある恐ろしい裁きの予期と、敵対する者たちを食い尽くそうとしている激しい火とが残されている。
φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.
モウセスの律法を拒む者は誰でも、二人か三人の証人によって、憐れみなしに死ぬ。
ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει·
まして、神の子を踏みにじり、そして自分が聖別された契約の血を汚れたものと見なし、そして恵みの霊を侮辱した者は、どれほどもっと重い処罰に値するとあなたたちは思うだろうか。
πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας;
なぜなら、私たちは、復讐は私のものである、私が報いよう、と言われた方を知っているからである。そして再び、主はご自身の民を裁かれるであろう、と。
οἴδαμεν γὰρ τὸν εἰπόντα· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω· καὶ πάλιν· Κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ.
生ける神の手のうちに落ちることは、恐ろしいことである。
φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος.
しかし、あなたたちは、以前の日々を思い起こしなさい、その日々に、あなたたちは光に照らされて、多くの苦しみの闘いに耐えた。
Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων,
あるときは、そしりと苦難とにさらされる見世物とされ、あるときは、そのように扱われている者たちの仲間となって。
τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες.
なぜなら、あなたたちは、囚人たちにも同情し、そして、あなたたち自身が、より優れた、とどまる財産を持っていることを知って、あなたたちの財産の略奪をも喜んで受け入れたからである。
καὶ γὰρ τοῖς ⸀δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ⸀ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ⸀ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ μένουσαν.
それゆえ、大いなる報いを持っているあなたたちの大胆さを、投げ捨ててはならない。
μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν,
なぜなら、あなたたちは、神の御心を行って、約束のものを受け取るために、忍耐を必要としているからである。
ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.
なぜなら、もうほんの少しの間で、来られる方が来られるであろう、そして遅れることはないであろうからである。
ἔτι γὰρ μικρὸν ὅσον ὅσον, Ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει·
しかし私の義人は、信仰によって生きるであろう、そしてもし彼がひるむなら、私の魂は彼を喜ばない。
ὁ δὲ δίκαιός ⸀μου ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
しかし私たちは、滅びに至るひるみの者ではなく、魂の獲得に至る信仰の者である。
ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.