子供たちよ、主にあって、あなたたちの両親に従いなさい、なぜなら、これは正しいことだからである。
Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ, τοῦτο γάρ ἐστιν δίκαιον.
あなたの父と母を敬いなさい。これは約束を伴う第一の戒めである。
τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ,
それは、あなたが幸いになり、そして地の上で長生きするためである。
ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.
そして父たちよ、あなたたちの子供たちを怒らせてはならない、むしろ主の訓練と訓戒とにおいて、彼らを育てなさい。
Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου.
僕たちよ、クリストスに従うように、あなたたちの心の純朴さのうちに、畏れとおののきとをもって、肉に従う主人たちに従いなさい。
Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ,
人に気に入られようとする者たちのように、目に見える時だけの奉仕によってではなく、クリストスの僕として、魂から神の御心を行いながら、
μὴ κατʼ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλʼ ὡς δοῦλοι Χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς,
人々にではなく主に仕えるように、善意をもって仕えながら、
μετʼ εὐνοίας δουλεύοντες, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις,
それぞれの者が、僕であれ自由な者であれ、もし何か良いことを行うなら、これを主から受け取るであろうことを知りながら。
εἰδότες ὅτι ἕκαστος ἐάν τι ποιήσῃ ἀγαθόν, τοῦτο κομίσεται παρὰ κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος.
そして主人たちよ、脅しを控えて、彼らに対しても同じことを行いなさい、彼らの主も、あなたたちの主も、天におられること、そしてこの方のもとには人を分け隔てすることがないことを知りながら。
Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ ⸀αὐτῶν καὶ ὑμῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωπολημψία οὐκ ἔστιν παρʼ αὐτῷ.
最後に、主にあって、そして彼の力の強さにあって、強くされなさい。
Τοῦ λοιποῦ, ⸀ἐνδυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.
あなたたちが悪魔の策略に対して立つことができるように、神の全き武具を身に着けなさい。
ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου·
なぜなら、私たちの格闘は血と肉に対するものではなく、もろもろの支配に対して、もろもろの権威に対して、この闇の世界の支配者たちに対して、天上のもろもろの所にいる悪の諸霊に対するものだからである。
ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.
それゆえ、神の全き武具を取りなさい、それは、あなたたちが悪しき日において抵抗し、そしてすべてのことを成し遂げて、立つことができるためである。
διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δύνησθε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι.
それゆえ、あなたたちの腰を真理をもって帯で締めて、そして義の胸当てを身に着けて、立ちなさい。
στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης,
そして平和の福音の備えを、足に履物として履いて、
καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης,
すべてのことにおいて、信仰の盾を取って、それによって、あなたたちは悪しき者の火矢をすべて消すことができるであろう。
ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ ⸀πονηροῦ τὰ πεπυρωμένα σβέσαι·
そして救いの兜を受け取りなさい、そして霊の剣、すなわち神の言葉を受け取りなさい。
καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ,
あらゆる祈りと願いとをもって、霊においてあらゆる時に祈りながら、そしてそのために、あらゆる忍耐と、すべての聖徒たちのための願いとをもって、目を覚ましていながら、
διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων,
そして私のためにも、それは、私が口を開くときに言葉が私に与えられ、福音の奥義を大胆さをもって知らせることができるためである。
καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον ⸀τοῦ εὐαγγελίου
この福音のために、私は鎖につながれて使節を務めている、それは、私が語るべきとおりに、その福音において大胆に語ることができるためである。
ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι ὡς δεῖ με λαλῆσαι.
しかし、あなたたちもまた、私についてのこと、私が何をしているかを知ることができるように、愛される兄弟であり、主にある忠実な奉仕者であるテュキコスが、すべてのことをあなたたちに知らせるであろう。
Ἵνα δὲ ⸀εἰδῆτε καὶ ὑμεῖς τὰ κατʼ ἐμέ, τί πράσσω, πάντα γνωρίσει ὑμῖν Τύχικος ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ,
私は、まさにこのことのために、彼をあなたたちのところへ遣わした、あなたたちが私たちについてのことを知り、そして彼があなたたちの心を励ますためである。
ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.
父なる神と主イエス・クリストスから、兄弟たちに、平和と、信仰を伴う愛とがありますように。
Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
朽ちることのないうちに私たちの主イエス・クリストスを愛するすべての者たちと共に、恵みがありますように。
ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. ⸀