そしてパウロスは最高法院をじっと見つめて、言った、兄弟たちよ、私はこの日に至るまで、すべての良い良心をもって神に対して生きてきました。
ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν· Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.
しかし大祭司ハナニアスは、彼のそばに立っている者たちに、彼の口を打つように命じた。
ὁ δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.
そのときパウロスは彼に言った、神があなたを打とうとしています、白く塗られた壁よ。あなたは律法に従って私を裁くために座っていながら、律法に反して私を打つように命じるのですか。
τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν· Τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;
するとそばに立っている者たちは言った、あなたは神の大祭司をののしるのか。
οἱ δὲ παρεστῶτες εἶπαν· Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς;
するとパウロスは言った、兄弟たちよ、私は彼が大祭司であることを知りませんでした。なぜなら、あなたの民の支配者を悪く言ってはならない、と書かれているからです。
ἔφη τε ὁ Παῦλος· Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
そしてパウロスは、一方の部分がサドカイオイ派であり、もう一方がファリサイオイ派であることを知って、最高法院で叫んだ、兄弟たちよ、私はファリサイオスです、ファリサイオイ派の子です。死人たちの希望と復活について、私は裁かれているのです。
Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ἔκραζεν ἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίων περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι.
そして彼がこれを語ると、ファリサイオイ派とサドカイオイ派の間に対立が起こった、そして群衆は分裂した。
τοῦτο δὲ αὐτοῦ λαλοῦντος ἐγένετο στάσις τῶν Φαρισαίων καὶ Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος.
なぜならサドカイオイ派は、復活もなく、御使いも霊もないと言い、しかしファリサイオイ派はその両方を告白しているからである。
Σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα.
そして大きな叫び声が起こった、そしてファリサイオイ派の側の律法学者たちの何人かが立ち上がって、激しく論じて、言った、私たちはこの人間に何の悪いことも見出さない。もし霊か御使いが彼に語ったのだとしたら。
ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος
そして激しい対立が起こると、千人隊長は、パウロスが彼らによって引き裂かれることを恐れて、軍隊が下って行って、彼らの中から彼を奪い取り、そして兵営へ連れて行くように命じた。
πολλῆς δὲ γινομένης στάσεως φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπʼ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν.
そして次の夜、主は彼のそばに立って、言われた、勇気を出しなさい。なぜなら、あなたがイエルサレムで私についてのことを証ししたように、あなたはロマでも証しをしなければならないからである。
Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν· Θάρσει ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
そして日が明けると、イウダイア人たちは徒党を組んで、パウロスを殺すまでは食べることも飲むこともしないと言って、自分たち自身を呪いにかけた。
Γενομένης δὲ ἡμέρας ποιήσαντες συστροφὴν οἱ Ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον.
そしてこの共謀を行った者たちは四十人以上いた。
ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι
彼らは祭司長たちと長老たちのところへ行って、言った、私たちはパウロスを殺すまで何も味わわないと、自分たち自身を呪いにかけて誓いました。
οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν· Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.
それゆえ今、あなたたちは最高法院と共に千人隊長に申し出てください、彼についてより正確に取り調べようとするかのように、彼をあなたたちのところへ連れて下らせるようにと。そして私たちは、彼が近づく前に、彼を殺す用意ができています。
νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ὅπως καταγάγῃ αὐτὸν εἰς ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
そしてパウロスの姉妹の息子は、この待ち伏せを聞いて、やって来て、そして兵営に入って、パウロスに報告した。
Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὴν ἐνέδραν παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ.
そしてパウロスは百人隊長たちのうちの一人を呼び寄せて、言った、この若者を千人隊長のところへ連れて行ってください、なぜなら彼は彼に報告すべきことがあるからです。
προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη· Τὸν νεανίαν τοῦτον ἄπαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῷ.
それゆえ彼は彼を連れて、千人隊長のところへ連れて行って、言う、囚人パウロスが私を呼び寄せて、この若者をあなたのところへ連れて来るようにと頼みました、彼はあなたに話すべきことがあるのです。
ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν· Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι.
そして千人隊長は彼の手を取って、そして個人的に脇へ退いて、尋ねた、あなたが私に報告すべきことは何ですか。
ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατʼ ἰδίαν ἐπυνθάνετο· Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;
すると彼は言った、イウダイア人たちは、明日パウロスを最高法院へ連れて下らせるようにと、あなたに頼むことで一致しました、彼について何かより正確に調べようとするかのように。
εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς μέλλον τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ·
それゆえあなたは彼らに従わないでください、なぜなら彼らのうちの四十人以上の人々が彼を待ち伏せているからです、彼らは彼を殺すまでは食べることも飲むこともしないと自分たち自身を呪いにかけました、そして今、あなたからの承諾を待ちながら、用意ができています。
σὺ οὖν μὴ πεισθῇς αὐτοῖς, ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν εἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.
それゆえ千人隊長は、あなたが私にこれらのことを申し出たことを、誰にも漏らさないようにと命じて、若者を帰らせた。
ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίσκον παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ἐμέ
そして彼は百人隊長たちのうちの二人を呼び寄せて、言った、夜の第三時から、カイサレイアまで行くために、二百人の兵士たちと、七十人の騎兵たちと、二百人の槍兵たちを用意しなさい。
Καὶ προσκαλεσάμενός τινας δύο τῶν ἑκατονταρχῶν εἶπεν· Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός,
そしてパウロスを乗せて、総督フェリクスのもとへ無事に送り届けるために、家畜も用意するようにと。
κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα,
そして彼はこのような内容を持つ手紙を書いた。
γράψας ἐπιστολὴν ἔχουσαν τὸν τύπον τοῦτον·
クラウディオス・リュシアスから、最も卓越した総督フェリクスへ、挨拶する。
Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν.
この人はイウダイア人たちによって捕らえられ、彼らによって殺されようとしていましたが、私は軍隊と共に駆けつけて、彼がローマ人であることを知り、彼を救い出しました。
τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπʼ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλάμην μαθὼν ὅτι Ῥωμαῖός ἐστιν,
そして私は、彼らが彼を訴えている理由を知ろうとして、彼を彼らの最高法院へ連れて下りました。
βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν διʼ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν.
すると私は、彼が彼らの律法についての論争のことで訴えられているのであり、死や投獄に値する罪状を持っていないことを見出しました。
ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲ δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔχοντα ἔγκλημα.
そしてこの人に対する陰謀があるだろうと私に知らされたので、私はただちにあなたのもとへ彼を送りました、訴える者たちにも、あなたの前で彼に対して述べるようにと命じて。
μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι ἐξαυτῆς ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν πρὸς αὐτὸν ἐπὶ σοῦ
それゆえ兵士たちは、自分たちに命じられたとおりに、パウロスを連れて、夜のうちにアンティパトリスへ連れて行った。
Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα·
そして翌日、騎兵たちに彼と共に行かせて、彼らは兵営へ戻った。
τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·
彼らはカイサレイアに入って、そして手紙を総督に手渡すと、パウロスも彼の前に立たせた。
οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.
そして彼はそれを読んで、そして彼がどの属州の出身かを尋ねて、キリキアの出身であると知ると、
ἀναγνοὺς δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας,
あなたの訴える者たちも到着したときに、私はあなたのことを聞きましょう、と言った。そしてヘロデスの官邸で彼が見張られるようにと命じた。
Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· κελεύσας ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσσεσθαι αὐτόν