愛する者たちよ、私はすでにこれを、あなたたちへの二番目の手紙として書いている。それらの手紙において、私は思い起こしによってあなたたちの純粋な思いを奮い立たせている。
Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν,
それは、聖なる預言者たちによって前もって語られた言葉と、主であり救い主であられる方の、あなたたちの使徒たちによる戒めとを思い出すためである。
μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος,
まず第一に、このことを知っておきなさい。終わりの日々には、自分自身の欲望に従って歩む嘲る者たちが、嘲りをもって現れるであろうことを。
τοῦτο πρῶτον γινώσκοντες ὅτι ἐλεύσονται ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἐν ἐμπαιγμονῇ ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι
そして彼らは言うであろう。「その方の来臨の約束はどこにあるのか。なぜなら、父祖たちが眠りについてから、すべてのものは創造の初めからこのままであり続けているからである。」
καὶ λέγοντες· Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφʼ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτως διαμένει ἀπʼ ἀρχῆς κτίσεως.
なぜなら、彼らはこう望みながら、次のことを見落としているからである。すなわち、天は昔からあり、地は神の言葉によって、水から、また水を通して形づくられていたことを。
λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ διʼ ὕδατος συνεστῶσα τῷ τοῦ θεοῦ λόγῳ,
それらを通して、その当時の世界は水に飲み込まれて滅びた。
διʼ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο·
そして今の天と地は、同じ言葉によって、不敬虔な人々の裁きと滅びの日のために、火にあてがわれ、見張られている。
οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
しかし愛する者たちよ、この一つのことを見落とさないでほしい。主のもとでは、一日は千年のようであり、千年は一日のようであるということを。
Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ κυρίῳ ὡς χίλια ἔτη καὶ χίλια ἔτη ὡς ἡμέρα μία.
主は、ある人々が遅れと考えているように、約束を遅らせているのではなく、むしろ、誰も滅びることを望まず、すべての者が悔い改めに至ることを望んで、あなたたちに対して忍耐しておられる。
οὐ βραδύνει κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ὑμᾶς μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι.
しかし主の日は盗人のように来るであろう。その日には、天は大きな音を立てて過ぎ去り、諸要素は燃えて溶け去り、地とその中の業は見出されるであろう。
ἥξει δὲ ἡμέρα κυρίου ὡς κλέπτης ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσεται καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα εὑρεθήσεται
これらすべてのものがこのように解き去られるので、あなたたちは、聖なる生き方と敬虔とにおいて、どのような者であるべきだろうか。
Τούτων οὕτως πάντων λυομένων ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις,
神の日の来臨を待ち望み、急ぎ求める者であるべきである。その日のために、天は燃えて解き去られ、諸要素は燃えて溶けるであろう。
προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας, διʼ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται·
しかし私たちは、その方の約束に従って、新しい天と新しい地を待ち望んでいる。そこには義が住んでいる。
καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
それゆえ、愛する者たちよ、これらのことを待ち望んでいるので、平和のうちに、その方に汚れなく傷なく見出されるように励みなさい。
Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ,
そして、私たちの主の忍耐を救いと考えなさい。私たちの愛する兄弟パウロスも、彼に与えられた知恵に従って、あなたたちに書いたとおりである。
καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψεν ὑμῖν,
彼は、すべての手紙においても、それらの中でこれらのことについて語っている。それらの中には理解しにくいことがいくつかあり、無学で不安定な者たちは、ほかの聖書と同じように、それらを自分自身の滅びへとねじ曲げている。
ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν αἷς ἐστιν δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.
それゆえ、愛する者たちよ、あなたたちは前もって知っているので、無法な者たちの迷いに引き込まれて、自分自身の堅固さから落ちることのないように、自分自身を守りなさい。
ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ,
むしろ、私たちの主であり救い主であるイエス・クリストスの恵みと知識において成長しなさい。その方に、今も、そして永遠の日に至るまで、栄光がありますように。アーメン。
αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. ἀμήν