長老から、選ばれた婦人と、その子どもたちへ。私は真理において彼らを愛しています。私だけでなく、真理を知ったすべての人々もです。
Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν,
私たちのうちにとどまっている真理のゆえにです。そしてこの真理は、永遠に私たちと共にあるでしょう。
διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθʼ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα·
父なる神から、そして父の子イエス・クリストスから、真理と愛のうちに、恵み、憐れみ、平和が私たちと共にあるでしょう。
ἔσται μεθʼ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρός, καὶ παρὰ ⸂Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
私は、あなたの子どもたちのうちに、私たちが父から戒めを受けたとおりに、真理のうちを歩んでいる者たちを見出して、大いに喜びました。
Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός.
そして今、婦人よ、私はあなたに頼みます。新しい戒めとしてあなたに書くのではなく、私たちが初めから持っていた戒めとしてです。私たちが互いに愛し合うべきだということです。
καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν ⸂καινὴν γράφων σοι ἀλλὰ ἣν εἴχομεν ἀπʼ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
そして、これが愛です。私たちが彼の戒めに従って歩むことです。これが戒めです。あなたたちが初めから聞いたとおり、あなたたちがその中を歩むためのものです。
καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὕτη ⸀ἡ ἐντολή ἐστιν, καθὼς ἠκούσατε ἀπʼ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.
なぜなら、多くの惑わす者たちが世に出て行ったからです。彼らは、イエス・クリストスが肉において来られたことを告白しません。この者こそ、惑わす者、反クリストスです。
ὅτι πολλοὶ πλάνοι ⸀ἐξῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.
自分自身に気をつけなさい。それは、あなたたちが、私たちが働いて得たものを失わず、むしろ十分な報いを受けるためです。
βλέπετε ἑαυτούς, ⸀ἵνα μὴ ἀπολέσητε ἃ εἰργασάμεθα ἀλλὰ μισθὸν πλήρη ⸀ἀπολάβητε.
先に進みすぎて、クリストスの教えにとどまらない者は皆、神を持っていません。この教えにとどまる者、この者こそ、父と子を持っています。
πᾶς ὁ προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ χριστοῦ θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.
もし誰かがあなたたちのところへ来て、この教えを携えていないなら、彼を家に迎え入れてはいけません。そして彼に、ようこそ、と言ってはいけません。
εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε·
なぜなら、彼に、ようこそ、と言う者は、彼の悪い行いにあずかることになるからです。
ὁ ⸀λέγων γὰρ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
あなたたちに書くべきことを多く持っていますが、紙とインクによって書くことを望みませんでした。むしろ、あなたたちのところへ行き、口から口へ語ることを望んでいます。それは、私たちの喜びが満たされるためです。
Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ⸀ἡμῶν ⸀πεπληρωμένη ᾖ.
あなたの選ばれた姉妹の子どもたちが、あなたによろしくと言っています。
Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς.