私たちは再び自分自身を推薦し始めているのだろうか。あるいは、ある人々のように、あなたたちへの、あるいはあなたたちからの推薦状を必要としているのだろうか。
Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν ἢ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν
あなたたちこそが私たちの手紙であり、私たちの心に書き記され、すべての人によって知られ、読まれている。
ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων·
あなたたちが、私たちによって仕えられたクリストスの手紙であることが明らかにされている。それはインクによってではなく、生ける神の霊によって書き記され、石の板にではなく、肉の心の板に書き記されている。
φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφʼ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλʼ ἐν πλαξὶν καρδίαις σαρκίναις.
そして私たちは、クリストスを通して神に対して、このような確信を持っている。
Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν.
それは、私たちが自分自身から出た者として何かを考えるのに、自分自身からふさわしい者であるからではなく、私たちのふさわしさは神から出たものである。
οὐχ ὅτι ἀφʼ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ αὑτῶν ἀλλʼ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ,
その方は、私たちを新しい契約の奉仕者としてふさわしくしてくださった。文字による契約ではなく、霊による契約である。なぜなら、文字は殺すが、霊は生かすからである。
ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.
そしてもし、文字によって石に刻まれた死の奉仕が栄光のうちにあり、それゆえイスラエルの子らが、消え去ろうとしていたモウセスの顔の栄光のゆえに、その顔を見つめることができなかったほどであったなら、
Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην,
どうして霊の奉仕は、なおさら栄光のうちにないことがあろうか。
πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ;
なぜなら、もし有罪の宣告の奉仕に栄光があったのなら、義の奉仕はなおさら栄光において満ち溢れるからである。
εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ.
なぜなら、この場合、栄光を与えられたものも、まさっている栄光のゆえに、栄光を与えられていないほどだからである。
καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης·
なぜなら、もし消え去ろうとしていたものが栄光を通してあったのなら、残るものはなおさら栄光のうちにあるからである。
εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.
それゆえ、このような望みを持っているので、私たちは大いなる率直さを用いる。
Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα,
そして、モウセスが、消え去ろうとしていたものの終わりをイスラエルの子らが見つめないようにと、自分の顔に覆いをかけたようにではない。
καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.
むしろ、彼らの考えは頑なにされた。なぜなら、今日に至るまで、古い契約が朗読されるとき、その同じ覆いが取り除かれないままに残っているからである。それはクリストスにおいて取り除かれるのである。
ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται,
むしろ今日に至るまで、モウセスが朗読されるときはいつでも、覆いが彼らの心の上に置かれている。
ἀλλʼ ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται·
しかし主に立ち返るときはいつでも、覆いは取り除かれる。
ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα.
そして主とは御霊のことである。そして主の御霊があるところには、自由がある。
ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα κυρίου ἐλευθερία.
そして私たちは皆、覆いを取り除かれた顔で、主の栄光を鏡に映すように見つつ、栄光から栄光へと、ちょうど主なる御霊によるように、同じ像へと姿を変えられていく。
ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.