くびきの下にいる奴隷たちは皆、自分自身の主人を、あらゆる誉れに値する者と見なしなさい。それは、神の名と教えがそしられることのないためです。
Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται.
そして、信じる主人を持つ者たちは、彼らが兄弟であるからといって、軽んじてはいけません。むしろ、いっそう仕えなさい。この良い行いにあずかる者たちは、信じる者であり、愛される者だからです。これらのことを教え、勧めなさい。
οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. Ταῦτα δίδασκε καὶ παρακάλει.
もし誰かが、異なる教えを教え、私たちの主イエス・クリストスの健全な言葉と、敬虔にかなう教えに近づかないなら、
εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις, τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατʼ εὐσέβειαν διδασκαλίᾳ,
その者は高慢になっていて、何も知らず、むしろ論争と言葉の争いに病んでいます。それらから、ねたみ、争い、そしり、悪い疑いが生じます。
τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί,
思いが腐敗し、真理を奪われ、敬虔を利得の手段だと考えている人間たちの、絶え間ない衝突です。
διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν
しかし、満ち足りることを伴う敬虔こそ、大きな利得です。
ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας·
なぜなら、私たちは何もこの世に持って来なかったからです。何も持ち出すこともできません。
οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα·
しかし食べ物と覆いがあれば、私たちはこれらで満足するでしょう。
ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.
しかし、富を得たいと望む者たちは、誘惑と罠、そして多くの愚かで有害な欲望に陥ります。それらは、人間たちを破滅と滅びに沈めます。
οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν·
なぜなら、金銭への愛は、あらゆる悪の根だからです。ある者たちは、これを求めて、信仰から迷い出て、自分自身を多くの苦しみで刺し貫きました。
ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.
しかしあなた、神の人よ、これらのことから逃げなさい。むしろ、義、敬虔、信仰、愛、忍耐、柔和さを追い求めなさい。
Σὺ δέ, ὦ ἄνθρωπε θεοῦ ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραϋπαθίαν
信仰の良い戦いを戦いなさい。永遠の命をつかみなさい。あなたは、これへと召され、多くの証人たちの前で、良い告白を告白しました。
ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.
私は、すべてのものに命を与える神と、ポンティオス・ピラトスの前で良い告白を証しされたクリストス・イエスの御前で、あなたに命じます。
παραγγέλλω σοι ἐνώπιον τοῦ θεοῦ τοῦ ζῳογονοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν,
あなたが、私たちの主イエス・クリストスの現れのときまで、汚れなく、非難されるところなく、この命令を守るようにです。
τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
これを、定められた時に、幸いなる唯一の権力者、王たちの王、主たちの主が示されるでしょう。
ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων,
唯一、不死を持ち、近づくことのできない光の中に住んでおられる方です。彼を見た人間は誰もおらず、見ることもできません。彼に誉れと永遠の力がありますように。アーメン。
ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.
今の世にある富める者たちに、高慢にならず、富の不確かさに望みを置かず、むしろ、私たちに楽しむためにすべてのものを豊かに与えてくださる神に望みを置くようにと命じなさい。
Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλʼ ἐπὶ θεῷ τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν,
善を行い、良い行いにおいて富み、惜しみなく分け与える者、分かち合う者となるようにです。
ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς,
来たるべき時のために、自分自身のために良い土台を蓄えながらです。それは、彼らが本当の命をつかむためです。
ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς ὄντως ζωῆς.
ああティモテオスよ、託されたものを守りなさい。俗悪なむなしい話と、偽りの名で呼ばれる知識の反論から身をそらしながらです。
Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως,
ある者たちは、これを公言して、信仰から的を外してしまいました。恵みがあなたたちと共にありますように。
ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις μεθʼ ὑμῶν.