それゆえ、私は何よりもまず、すべての人のために、願い、祈り、とりなし、感謝をささげるようにと勧めます。
Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων,
王たちのため、そして高い地位にあるすべての人々のためにです。それは、私たちが、すべての敬虔さと品位をもって、穏やかで静かな生活を送るためです。
ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
これは良いことであり、私たちの救い主である神の御前に受け入れられることです。
τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ,
神は、すべての人が救われ、真理の知識に至ることを望んでおられます。
ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
なぜなら、神は唯一であり、神と人間との間の仲介者も唯一、人間であるクリストス・イエスだからです。
εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς,
彼は、すべての人のための贖いの代価として、自分自身をお与えになりました。定められた時における証しです。
ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις·
このために、私は宣教者、使徒として立てられました——私は真実を語っており、嘘をついていません——信仰と真理における異邦人たちの教師としてです。
εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος— ἀλήθειαν λέγω οὐ ψεύδομαι— διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
それゆえ、私は、男たちがあらゆる場所で、怒りと言い争いなしに、聖なる手を上げて祈ることを望みます。
Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ
同じように、女たちも、慎み深い装いをもって、恥じらいと分別をもって、自分自身を飾ることです。編んだ髪や、金や、真珠や、高価な衣服によってではなく、
ὡσαύτως καὶ γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν καὶ χρυσίῳ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ,
むしろ、敬神を公言する女たちにふさわしいこと、すなわち良い行いによってです。
ἀλλʼ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, διʼ ἔργων ἀγαθῶν.
女は、すべての従順さをもって、静かに学びなさい。
γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ·
そして私は、女が教えることも、男を支配することも許しません。むしろ静かにしていることです。
διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλʼ εἶναι ἐν ἡσυχίᾳ.
なぜなら、アダムが最初に形造られ、それからエウアが形造られたからです。
Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα·
そしてアダムは欺かれませんでしたが、女は欺かれて、違反のうちに陥りました。
καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν.
しかし、もし彼女たちが、分別をもって、信仰と愛と聖化のうちにとどまるなら、子を産むことを通して救われるでしょう。
σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.