それゆえ、あらゆる悪意、あらゆる欺き、偽善、妬み、あらゆる悪口を脱ぎ捨てて、
Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς,
生まれたばかりの乳飲み子のように、理にかなった混じり気のない乳を慕い求めなさい。それは、あなたたちがそれによって成長し、救いに至るためである。
ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν,
もしあなたたちが、主が恵み深い方であることを味わったのであれば。
εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος.
その方のもとに来なさい。その方は生ける石であり、人間たちによっては退けられたが、神のもとでは選ばれた尊い石である。
Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεῷ ἐκλεκτὸν ἔντιμον
あなたたちも生ける石として、霊的な家に建てられ、聖なる祭司の務めとなり、イエス・クリストスを通して神に受け入れられる霊的な供え物を献げる者となりなさい。
καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ·
なぜなら、聖書にこう記されているからである。「見よ、私はシオンに、選ばれた尊い隅の親石を置く。そしてそれを信じる者は、決して恥を受けないであろう。」
διότι περιέχει ἐν γραφῇ· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον, καὶ ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ μὴ καταισχυνθῇ.
それゆえ、信じるあなたたちにとって、それは尊いものである。しかし信じない者たちにとっては、「建てる者たちが退けたその石、それが隅の親石となった」のである。
ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· ἀπιστοῦσιν δὲ λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
そして「つまずきの石、妨げの岩」でもある。彼らは、言葉に不従順であることによってつまずく。そのために彼らも定められていたのである。
καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες· εἰς ὃ καὶ ἐτέθησαν.
しかしあなたたちは、選ばれた種族、王なる祭司の務め、聖なる国民、神ご自身のものとされた民である。それは、あなたたちを闇からご自身の驚くべき光へと召してくださった方の、優れた徳を言い広めるためである。
Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·
あなたたちは、かつては民でなかったが、今は神の民である。かつては憐れみを受けていなかったが、今は憐れみを受けた者である。
οἵ ποτε οὐ λαὸς νῦν δὲ λαὸς θεοῦ, οἱ οὐκ ἠλεημένοι νῦν δὲ ἐλεηθέντες.
愛する者たちよ、私は、寄留者また旅人として、魂に逆らって戦う肉の欲望から離れているようにと勧める。
Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς·
異邦人たちの間で、あなたたちの生き方を良いものとしなさい。それは、彼らがあなたたちを悪を行う者として悪く言うその点において、あなたたちの良い行いを見て、訪れの日に神に栄光を帰するためである。
τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες δοξάσωσι τὸν θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
主のために、あらゆる人間の制度に従いなさい。あるいは、最高の権威者としての王に、
Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν κύριον· εἴτε βασιλεῖ ὡς ὑπερέχοντι,
あるいは、悪を行う者たちを罰し、善を行う者たちを称賛するために、王を通して遣わされた総督たちに従いなさい。
εἴτε ἡγεμόσιν ὡς διʼ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιῶν ἔπαινον δὲ ἀγαθοποιῶν
なぜなら、善を行うことによって、愚かな人々の無知を黙らせることが、神の御心だからである。
ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν·
自由な者として、しかし悪の覆いとして自由を持つのではなく、むしろ神の僕として。
ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλʼ ὡς θεοῦ δοῦλοι.
すべての人を敬いなさい。兄弟団を愛しなさい。神を恐れなさい。王を敬いなさい。
πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε τὸν θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.
召使いたちよ、あらゆる恐れをもって主人たちに従いなさい。善良で寛容な主人たちにだけでなく、ひねくれた主人たちにも。
Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς.
なぜなら、もし神への意識のゆえに、誰かが不当に苦しみながら悲しみを耐え忍ぶなら、それは恵みだからである。
τοῦτο γὰρ χάρις εἰ διὰ συνείδησιν θεοῦ ὑποφέρει τις λύπας πάσχων ἀδίκως·
なぜなら、もし罪を犯して打たれ、それに耐え忍んだとしても、どんな誉れがあるだろうか。しかしもし善を行って苦しみ、それに耐え忍ぶなら、これこそ神のもとでの恵みである。
ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλʼ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ θεῷ.
なぜなら、あなたたちはまさにこのために召されたからである。クリストスもあなたたちのために苦しまれ、あなたたちに模範を残された。それは、あなたたちがその方の足跡に従うためであった。
εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ·
その方は罪を犯さず、その口に欺きも見出されなかった。
ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·
その方は、ののしられても、ののしり返さず、苦しめられても、脅すことをせず、むしろ正しく裁かれる方に、ご自身を委ねられた。
ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως·
その方は、私たちの罪をご自身で木の上に、ご自身の体において負われた。それは、私たちが罪に対して死んで、義に生きるためであった。その方の傷によって、あなたたちは癒された。
ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι ἰάθητε.
なぜなら、あなたたちは羊のように迷っていたが、今やあなたたちの魂の牧者であり監督者である方のもとに立ち返ったからである。
ἦτε γὰρ ὡς πρόβατα πλανώμενοι ἀλλὰ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.