たとえ私が人間たちの異言、そして天使たちの異言を語っても、愛を持たないなら、私は鳴り響く銅鑼、あるいは騒がしいシンバルとなっています。
Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.
そしてたとえ私が預言を持ち、すべての奥義とすべての知識を知っていても、そしてたとえ山を動かすほどのすべての信仰を持っていても、愛を持たないなら、私は何ものでもありません。
καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.
そしてたとえ私の持ち物すべてを分け与えても、そしてたとえ焼かれるために自分の体を引き渡しても、愛を持たないなら、私には何の益もありません。
καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσομαι ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
愛は寛容であり、愛は親切です。愛はねたみません。愛は自慢しません。高慢になりません。
Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη οὐ ζηλοῖ ἡ ἀγάπη, οὐ περπερεύεται, οὐ φυσιοῦται,
見苦しい振る舞いをしません。自分自身のものを求めません。苛立ちません。悪を心に留めません。
οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν,
不義を喜ばず、真理と共に喜びます。
οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ·
すべてのことを耐え忍び、すべてのことを信じ、すべてのことを望み、すべてのことに耐えます。
πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
愛は決して滅びません。しかし預言は廃れるでしょう。異言はやむでしょう。知識は廃れるでしょう。
Ἡ ἀγάπη οὐδέποτε πίπτει εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται.
なぜなら、私たちは一部分を知り、一部分を預言するからです。
ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν·
しかし完全なものが来るとき、一部分のものは廃れるでしょう。
ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.
私が幼子であったとき、幼子として語り、幼子として考え、幼子として論じていました。私が大人になったとき、幼子のことを廃しました。
ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.
なぜなら、私たちは今、鏡を通して謎において見ていますが、そのときには顔と顔を合わせて見るからです。私は今、一部分を知っていますが、そのときには、私が知られているとおりに、はっきりと知るでしょう。
βλέπομεν γὰρ ἄρτι διʼ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.
しかし今、信仰、望み、愛は残ります。この三つのものです。しかしこれらのうちで最も大いなるものは愛です。
νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη· τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἡ ἀγάπη.