Jude, a slave of Jesus Christ, and a brother of James, to those who are loved in God the father and kept for Jesus Christ, called ones:
Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ ⸀ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς·
may mercy to you and peace and love be multiplied.
ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
Beloved, making all diligence to write to you concerning our common salvation, I had necessity to write to you, exhorting you to contend earnestly1 for the faith once delivered to the holy ones.
1 ἐπαγωνίζομαι (epagōnizomai) — to contend earnestly for, struggle upon/over a thing (from ἐπί, upon + ἀγωνίζομαι, to contend/struggle).
Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ⸀ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
For certain men slipped in secretly,1 those marked out beforehand long ago to this judgment, ungodly ones, turning the favor of our God into licentiousness and denying our only master and Lord Jesus Christ.
1 παρεισδύω (pareisdyō) — to slip in secretly beside, enter stealthily alongside (from παρά, beside + εἰς, into + δύω, to enter/sink in).
παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον ⸂δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.
And I want to remind you, though you know all things once for all, that Jesus, having saved a people out of the land of Egypt, the second time destroyed those who did not believe,
Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ⸂ὑμᾶς πάντα, ὅτι ⸀Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν,
and angels, those who did not keep their own rule but left behind their own dwelling place, he has kept in eternal bonds under gloom to the judgment of a great day;
ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν,
as Sodom and Gomorrah and the cities around them, having fornicated in the same manner as these and gone away after other flesh, are set forth as an example, undergoing the penalty of eternal fire.
ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
Likewise, however, these also, dreaming, defile flesh, and reject lordship, and blaspheme glories.
ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν κυριότητα δὲ ἀθετοῦσιν δόξας δὲ βλασφημοῦσιν.
But Michael the archangel, when disputing with the devil he was arguing concerning the body of Moses, did not dare to bring a judgment of blasphemy, but said: May the Lord rebuke you.
ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλὰ εἶπεν· Ἐπιτιμήσαι σοι κύριος.
But these blaspheme as many things as they do not know, and as many things as they understand naturally, as the irrational animals, in these they are destroyed.
οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.
Woe to them, because they went in the way of Cain, and were poured out for wage in the error of Balaam, and perished in the contradiction of Korah.
οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο.
These are hidden reefs1 in your love feasts, feasting together, shepherding themselves without fear, waterless clouds carried along by winds, autumn trees without fruit, having died twice, having been uprooted,
1 σπιλάς (spilas) — a rock or reef over which the sea dashes, a hidden hazard (distinct from σπίλος, “spot/stain,” though sometimes conflated).
οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν ⸀σπιλάδες συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα,
wild waves of the sea, foaming out their own shames, wandering stars for whom the gloom of darkness has been kept to the age.
κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.
And Enoch, the seventh from Adam, also prophesied to these, saying: Behold, the Lord came with his holy myriads,
Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων· Ἰδοὺ ἦλθεν κύριος ἐν ⸂ἁγίαις μυριάσιν αὐτοῦ,
to do judgment against all, and to convict all the ungodly concerning all their works of ungodliness that they committed ungodly, and concerning all the hard things that ungodly sinners spoke against him.
ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι ⸂πάντας τοὺς ἀσεβεῖς περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατʼ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.
These are grumblers, complainers about their lot, going according to their own desires, and their mouth speaks swollen things, admiring faces for the sake of advantage.
Οὗτοί εἰσιν γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας ⸀αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.
But you, beloved, remember the words spoken beforehand by the apostles of our Lord Jesus Christ;
Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
that they were saying to you: At the last time there will be mockers, going according to their own desires of ungodliness.
ὅτι ἔλεγον ὑμῖν ⸂ὅτι Ἐπʼ ἐσχάτου ⸀χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.
These are the ones who make divisions, soulish, not having spirit.
οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες.
But you, beloved, building yourselves up on your most holy faith, praying in holy spirit,
ὑμεῖς δέ, ἀγαπητοί, ⸂ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι,
keep yourselves in the love of God, awaiting the mercy of our Lord Jesus Christ to eternal life.
ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον.
And show mercy to some who doubt,
καὶ οὓς μὲν ⸀ἐλεᾶτε διακρινομένους,
and save others, snatching them out of fire, and show mercy to others in fear, hating even the tunic that has been stained from the flesh.
⸂οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
And to the one who is able to guard you without stumbling and to set you before his glory blameless in exultation,
Τῷ δὲ δυναμένῳ φυλάξαι ⸂ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,
to the only God our savior, through Jesus Christ our Lord, be glory, majesty, might, and authority, before all the age and now and to all the ages; amen.
μόνῳ θεῷ σωτῆρι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία ⸂πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν.