Let brotherly love remain.
Ἡ φιλαδελφία μενέτω.
Do not forget hospitality, for through this some, without knowing it, entertained angels.
τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε, διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.
Remember the prisoners, as bound together with them, those who are ill-treated, as yourselves also being in a body.
μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.
Marriage is honorable among all, and the bed undefiled; for God will judge the sexually immoral and adulterers.
Τίμιος ὁ γάμος ἐν πᾶσιν, καὶ ἡ κοίτη ἀμίαντος, πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ θεός.
Let your way of life be without love of silver, content with the things present; for he himself has said: I will not at all leave you, nor at all forsake you;
Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ οὐδʼ οὐ μή σε ἐγκαταλίπω·
so that, being confident, we say: The Lord is my helper, I will not fear; what will man do to me?
ὥστε θαρροῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθός, ⸀οὐ φοβηθήσομαι, τί ποιήσει μοι ἄνθρωπος;
Remember your leaders, who spoke to you the word of God, whose outcome1 of manner of life, observing carefully, imitate their faith.
1 ἔκβασις (ekbasis) — a going out, outcome, end result (from ἐκ, out + βαίνω, to go); here likely of the outcome/end of their lives, possibly martyrdom.
Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν.
Jesus Christ, yesterday and today, is the same, and into the ages.
Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.
Do not be carried away by various and strange teachings; for it is good for the heart to be confirmed by grace, not by foods, in which those who walked were not profited.
διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ ⸀παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ ⸀περιπατοῦντες.
We have an altar from which those who serve the tent have no authority to eat.
ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ⸀ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες·
For of those animals whose blood is brought concerning sin into the holy places through the high priest, the bodies of these are burned up outside the camp;
ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς·
therefore Jesus also, so that he might sanctify the people through his own blood, suffered outside the gate.
διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν.
Therefore let us go out to him outside the camp, bearing his reproach.
τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες·
For we do not have here a remaining city, but we seek after the one that is coming;
οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.
through him, then, let us offer up a sacrifice of praise continually to God, that is, the fruit of lips confessing his name.
διʼ αὐτοῦ ⸀οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ, τοῦτʼ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.
And do not forget doing good and sharing, for God is well pleased with such sacrifices.
τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε, τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.
Obey your leaders and submit, for they are watchful on behalf of your souls, as those who will render an account, so that they may do this with joy and not groaning, for this would be unprofitable for you.
Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.
Pray concerning us, for we are persuaded that we have a good conscience, wanting to conduct ourselves well in all things.
Προσεύχεσθε περὶ ἡμῶν, πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι.
And I urge you more abundantly to do this, so that I may be restored to you more quickly.
περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν.
And the God of peace, who led up out of the dead the great shepherd of the sheep, by the blood of an eternal covenant, our Lord Jesus,
Ὁ δὲ θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν κύριον ἡμῶν Ἰησοῦν,
make you complete in every good thing, to the doing of his will, working in us what is well-pleasing before him, through Jesus Christ, to whom be the glory into the ages; amen.
καταρτίσαι ὑμᾶς ἐν παντὶ ⸀ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ⸀ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας ⸀τῶν αἰώνων· ἀμήν.
And I urge you, brothers, bear with the word of encouragement, for indeed I have written to you through few words.
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως, καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν.
Know that our brother Timothy has been released, with whom, if he comes more quickly, I will see you.
γινώσκετε τὸν ἀδελφὸν ⸀ἡμῶν Τιμόθεον ἀπολελυμένον, μεθʼ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς.
Greet all your leaders and all the holy ones. Those from Italy greet you.
Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους. ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.
Grace be with you all.
ἡ χάρις μετὰ πάντων ὑμῶν.